Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων.

ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς.

πρὸς δὲ φίλον τινὰ μαρτυρίας ψευδοῦς δεόμενον, προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι.

μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν

, ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.

Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν εἶπεν ἀλλʼ ὡς οἱ λέοντες.

ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐρὰν ὅπως ἔφη τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.