Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου εἶπεν ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.

Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἂν εἶπεν ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.

νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου τί λέγεις; εἶπεν ἢ

ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;

ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος, ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι εἶπεν ὡς ὄχλῳ χρώμενος;

Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δὲ εἰπόντος οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη τὸ λῆμμα.