Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐπεὶ δὲ νικήσαντι τοὺς Ἕλληνας αὐτῷ

συνεβούλευον ἔνιοι φρουραῖς τὰς πόλεις κατέχειν, ἔφη μᾶλλον πολὺν χρόνον ἐθέλειν χρηστὸς ἢ δεσπότης ὀλίγον καλεῖσθαι.

τὸν δὲ λοίδορον ἐξελάσαι τῶν φίλων κελευόντων, οὐκ ἔφη ποιήσειν, ἵνα μὴ περιιὼν ἐν πλείοσι κακῶς λέγῃ.

Σμικύθου δὲ Νικάνορα διαβάλλοντος ὡς ἀεὶ κακῶς λέγοντα τὸν Φίλιππον καὶ τῶν ἑταίρων οἰομένων δεῖν μεταπέμπεσθαι καὶ κολάζειν, ἀλλὰ μήν ἔφη Νικάνωρ οὐ φαυλότατός ἐστι Μακεδόνων· ἐπισκεπτέον οὖν, μή τι γίνεται παρʼ ἡμᾶς. ὡς οὖν ἔγνω τὸν Νικάνορα θλιβόμενον ἰσχυρῶς ὑπὸ πενίας ἠμελημένον δὲ ὑπʼ αὐτοῦ, προσέταξε δωρεάν τινα αὐτῷ δοθῆναι. πάλιν οὖν τοῦ Σμικύθου λέγοντος, ὅτι θαυμαστὰ περὶ αὐτοῦ πρὸς ἅπαντας ἐγκώμια λέγων ὁ Νικάνωρ διατελεῖ, ὁρᾶτε οὖν εἶπεν ὅτι παρʼ ἡμᾶς αὐτούς ἐστι καὶ τὸ καλῶς καὶ τὸ κακῶς ἀκούειν

τοῖς δὲ τῶν Ἀθηναίων δημαγωγοῖς ἔφη χάριν ἔχειν, ὅτι λοιδοροῦντες αὐτὸν βελτίονα ποιοῦσι καὶ τῷ λόγῳ καὶ τῷ ἤθει· πειρῶμαι γὰρ αὐτοὺς ἅμα καὶ τοῖς λόγοις καὶ τοῖς ἔργοις ψευδομένους ἐλέγχειν.

τῶν δὲ Ἀθηναίων, ὅσοι περὶ Χαιρώνειαν ἑάλωσαν, ἀφεθέντων ὑπʼ αὐτοῦ δίχα λύτρων, τὰ δὲ ἱμάτια καὶ στρώματα προσαπαιτούντων καὶ τοῖς Μακεδόσιν ἐγκαλούντων, γελάσας ὁ Φίλιππος; εἶπεν οὐ δοκοῦσιν ὑμῖν Ἀθηναῖοι νομίζειν ἐν ἀστραγάλοις ὑφʼ ἡμῶν νενικῆσθαι