Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς· εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος· ἐρωτήσαντος δὲ τοῦ Φιλίππου πόθεν, ὦ ἄνθρωπε, γενόμενος καὶ πῶς; ἐγγύς ἔφη φράσαι σοι βούλομαι προσελθών· ὡς οὖν προσήχθη μικρόν ἔφη κατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος· καὶ ὁ Φίλιππος ἄφετε αὐτόν εἶπεν ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.
ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γὰρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν.
Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων εἰπόντος δέ τινος ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν , ἑαυτῷ γε εἶπεν, ἐμοὶ δὲ ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.
πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν ἔφη πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως ἔφη μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι,
τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασι.