Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

λοιδορηθεὶς δὲ ὑπό τινος εἰς τὴν δυσωδίαν τοῦ στόματος, ᾐτιᾶτο τὴν αὑτοῦ γυναῖκα μηδέποτε περὶ τούτου φράσασαν· ἡ εἶπεν ᾤμην γὰρ τοιοῦτον ἅπαντας τοὺς ἄνδρας ὄζειν.

πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν ἀλλʼ Ὅμηρος εἶπεν, ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς

Ἐπίχαρμον δὲ τὸν κωμῳδιοποιόν, [*](κωμῳδιοποιόν*: κωμῳδιποιόν) ὅτι τῆς γυναικὸς αὐτοῦ παρούσης εἶπέ τι τῶν ἀπρεπῶν, ἐζημίωσε.

Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε τὸ Μ, πρὸς τὸν εἰπόντα μωρολογεῖς Διονύσιε, μοναρχήσω μὲν οὖν εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακοσίων.

ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως εἶτα οὐκ ἀηδές [*](ἀηδές] ὄνειδος?) ἐστιν εἶπεν οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;