Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην Πομπηίου μὲν φυγόντος, Νωνίου δέ τινος ἔτι παρʼ αὑτοῖς ἀετοὺς ἑπτὰ φήσαντος εἶναι καὶ διὰ τοῦτο θαρρεῖν παρακαλοῦντος, καλῶς ἂν παρῄνεις, εἶπεν, εἰ κολοιοῖς ἐπολεμοῦμεν.