Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράττειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ[*](ἢ] ἢ νέῳ Pantazides and S. A. Naber, but this is quite discredited by the other three versions. (Cf. note d.)) τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν.
νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν· οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα, ἔφη, εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τῶν εὐπορίστων.
ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης, ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάττης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε, πλεῖν ἀνάγκη,[*](ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ.) ζῆν οὐκ ἀνάγκη.[*](ἀνάγκη ... ἀνάγκη Iunius (as in the Life of Pompey, chap. l.): ἀναγκάζῃ ... ἀναγκάζῃ.)
τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε, εἶπεν, ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ· ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ[*](πεινητικοῦ is preferred by Bernardakis, but both forms seem to have been in use.) ἐμετικὸς γέγονας;
πρὸς δὲ Κάτωνα πικρῶς καθαψάμενον ὅτι. πολλάκις αὐτοῦ προαγορεύοντος τὴν Καίσαρος
δύναμιν καὶ αὔξησιν οὐκ ἐπʼ ἀγαθῷ τῆς δημοκρατίας γινομένην αὐτὸς ἀντέπραττεν, ἀπεκρίνατο, τὰ μὲν σὰ μαντικώτερα τά δʼ ἐμὰ φιλικώτερα.περὶ δὲ αὑτοῦ παρρησιαζόμενος εἶπεν, ὡς πᾶσαν ἀρχὴν καὶ ἔλαβε θᾶττον ἢ προσεδόκησε, καὶ καταθοῖτο θᾶττον ἢ προσεδοκήθη.
μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην φεύγων εἰς Αἴγυπτον, ὡς ἔμελλε διαβαίνειν ἐκ τῆς τριήρους εἰς ἁλιευτικὸν πλοῖον ἀποστείλαντος τοῦ βασιλέως, ἐπιστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν οὐδὲν ἕτερον ἢ τὸ τοῦ Σοφοκλέους εἶπεν,
μεταβὰς δὲ καὶ πληγεὶς ξίφει καὶ στενάξας ἅπαξ, εἰπὼν δὲ μηδὲν ἀλλʼ ἐγκαλυψάμενος, παρέδωκεν ἑαυτόν.
- ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται,
- κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ.
Κικέρων ὁ ῥήτωρ εἰς τοὔνομα σκωπτόμενος καὶ τῶν φίλων μεταθέσθαι κελευόντων, ἔφη τὸν Κικέρωνα ποιήσειν τῶν Κατώνων καὶ τῶν Κάτλων καὶ τῶν Σκαύρων ἐνδοξότερον.
ἔκπωμα δὲ ἀργυροῦν τοῖς θεοῖς ἀνατιθεὶς
τὰ μὲν πρῶτα τῶν ὀνομάτων γράμμασιν ἐσήμανεν, ἀντὶ δὲ τοῦ Κικέρωνος ἐρέβινθον ἐτόρευσε.τῶν δὲ ῥητόρων τοὺς μέγα βοῶντας ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὡς χωλοὺς ἀναβαίνειν ἐφʼ ἵππον.