Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἷός[*](οἷος Hatzidakis and Hartman: οἷός τε.) ἦν ἀποσφάττειν ἅπαντας· Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν

αὐτὸν ἀνθʼ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ. καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.

εἰς δὲ Λιβύην διαβὰς ἐπὶ Δομίτιον καὶ μάχῃ μεγάλῃ κρατήσας, ἀσπασαμένων αὐτὸν αὐτοκράτορα τῶν στρατιωτῶν ἔφη μὴ δέχεσθαι τὴν τιμήν, ἕως ὀρθὸς ἕστηκεν ὁ χάραξ τῶν πολεμίων. οἱ δέ, καίπερ ὄμβρου πολλοῦ κατέχοντος, ὁρμήσαντες διεπόρθησαν τὸ στρατόπεδον.