Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐν δὲ τῷ ἐμφυλίῳ πολέμῳ περιταφρευόμενος

καὶ πολιορκούμενος ἐκαρτέρει, τὸν οἰκεῖον ἀναμένων καιρόν. εἰπόντος δὲ Πομπαιδίου[*](Πομπαιδίου Wyttenbach (as in the Life of Cato Minor, chap. ii., and elsewhere): πομπίου.) Σίλωνος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, καταβὰς διαγώνισαι, σύ μὲν οὖν, εἶπεν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι καὶ μὴ βουλόμενον.

Κάτλος Λουτάτιος ἐν τῷ Κιμβρικῷ πολέμῳ παρὰ τὸν Ἀτίσωνα ποταμὸν στρατοπεδεύων, ἐπεὶ τοὺς βαρβάρους ὁρῶντες οἱ Ῥωμαῖοι διαβαίνειν ἐπιχειροῦντας ἀνεχώρουν, μὴ δυνάμενος αὐτοὺς κατασχεῖν ὥρμησεν εἰς τοὺς πρώτους τῶν ἀποτρεχόντων, ὅπως δοκῶσι μὴ φεύγειν τοὺς πολεμίους, ἀλλὰ τῷ στρατηγῷ κατακολουθεῖν.