Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τοῖς δὲ Τεύτοσι παραστρατοπεδεύσας ἐν χωρίῳ ὀλίγον ὕδωρ ἔχοντι, τῶν στρατιωτῶν διψῆν λεγόντων, δείξας αὐτοῖς ποταμὸν ἐγγὺς ῥέοντα τῷ χάρακι[*](τῷ χάρακι] τοῦ ... χάρακος in the Life of C. Marius, chap. xviii., is preferable, but not imperative.) τῶν πολεμίων, ἐκεῖθεν ὑμῖν ἔστιν, εἶπε, ποτὸν ὤνιον αἵματος. οἱ δὲ ἄγειν παρεκάλουν, ἕως ὑγρὸν ἔχουσι[*](ἔχουσι] ἔχωσι some mss., but the indicative stands in the Life of C. Marius, chap. xviii.) τὸ αἷμα καὶ μήπω πᾶν ὑπὸ τοῦ διψῆν ἐκπεπηγός.

ἐν δὲ τοῖς Κιμβρικοῖς πολέμοις Καμαρίνων[*](Καμερίνων in the Life of C. Marius, chap. xxviii. Latin has e, Greek usually α.) χιλίους ἄνδρας ἀγαθοὺς γενομένους ὁμοῦ Ῥωμαίους ἐποίησε, κατʼ οὐδένα νόμον πρὸς δὲ τοὺς ἐγκαλοῦντας ἔλεγε τῶν νόμων οὐκ ἐξακοῦσαι διὰ τὸν τῶν ὅπλων ψόφον.

ἐν δὲ τῷ ἐμφυλίῳ πολέμῳ περιταφρευόμενος

καὶ πολιορκούμενος ἐκαρτέρει, τὸν οἰκεῖον ἀναμένων καιρόν. εἰπόντος δὲ Πομπαιδίου[*](Πομπαιδίου Wyttenbach (as in the Life of Cato Minor, chap. ii., and elsewhere): πομπίου.) Σίλωνος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, καταβὰς διαγώνισαι, σύ μὲν οὖν, εἶπεν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι καὶ μὴ βουλόμενον.