Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Καικίλιος Μέτελλος ὀχυρῷ χωρίῳ βουλευόμενος προσαγαγεῖν, εἰπόντος ἑκατοντάρχου πρὸς

αὐτὸν ὡς, ἐὰν δέκα μόνους ἀποβάλῃ,[*](ἀποβάλῃ] ἀπολάχῃ (!) Hartman.) λήψεται τὸ χωρίον, ἠρώτησεν αὐτὸν εἰ βούλοιτο εἷς τῶν δέκα γενέσθαι.

τῶν δὲ νεωτέρων τινὸς χιλιάρχου πυνθανομένου τί μέλλει ποιεῖν, εἰ τοῦτο,[*](τοῦτο Wyttenbach (as in Moralia, 506 d): τοῦτον.) ἔφη, συνειδέναι μοι τὸν χιτωνίσκον ἐνόμιζον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ. τὸ πῦρ ἐπέθηκα.

Σκιπίωνι δὲ ζῶντι πολεμῶν, ἀποθανόντος ἠχθέσθη, καὶ τοὺς μὲν υἱοὺς ἐκέλευσεν ὑποδύντας ἄρασθαι τὸ λέχος, τοῖς δὲ θεοῖς ἔφη χάριν ἔχειν ὑπὲρ τῆς Ῥώμης, ὅτι παρʼ ἄλλοις οὐκ ἐγένετο Σκιπίων.