Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν,

ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.

τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι, πάντων ἀγόντων καὶ φερόντων.

Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς ὑπατείαν μέτεισιν· ἐδόκει δὲ ὁ Πομπήιος υἱὸς αὐλητοῦ γεγονέναι· τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν Λαίλιον ἐπαγγελλομένου[*](ἐπαγγελλομένου F.C.B.: ἐπαγγελλόμενος.) συμπεριάξειν καὶ συναρχαιρεσιάσειν, πιστεύσαντες καὶ περιμένοντες ἐκεῖνον ἐξηπατήθησαν· ἀπηγγέλλετο γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων, ὁ Σκιπίων γελάσας, ἀβελτερίᾳ γε,[*](γε Wyttenbach: δὲ.) εἶπεν, ἡμῶν, καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν, πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.

Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ἀληθῆ λέγεις, εἶπεν, ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλʼ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν.

ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν

στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.

ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας.

Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον, οἶδα, ἔφη, τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος, οὐ δύναμαι κατήγορος αὐτὸς[*](αὐτὸς] αὑτὸς van Herwerden.) εἶναι καὶ δικαστής.

Ἐκπεμφθέντα δʼ αὐτὸν[*](αὐτὸν ... τρίτον] τρίτον αὐτόν Hartman, presumably on the basis of Justin xxxviii. 8. 8; but it is also true that this was the third important commission given to Scipio from the Senate.) ὑπὸ τῆς βουλῆς τρίτον, ὥς φησι Κλειτόμαχος,

ἀνθρώπων ὕβριν[*](ὕβριν from Moralia 777 a: πόλεων or πολέων.) τε καὶ εὐνομίην ἐφορῶντα,
πόλεων ἐθνῶν βασιλέων ἐπίσκοπον, ὡς εἰς Ἀλεξάνδρειαν ἧκε καὶ τῆς νεὼς ἀποβὰς ἐβάδιζε κατὰ τῆς κεφαλῆς ἔχων τὸ ἱμάτιον, ἠξίουν ἀποκαλύψασθαι περιθέοντες οἱ Ἀλεξανδρεῖς καὶ δεῖξαι ποθοῦσιν αὐτοῖς τὸ πρόσωπον. τοῦ δὲ ἀποκαλυψαμένου, κραυγὴν καὶ κρότον ἐποίησαν. τοῦ δὲ βασιλέως
μόλις ἁμιλλωμένου βαδίζουσιν αὐτοῖς διʼ ἀργίαν καὶ τρυφὴν τοῦ σώματος, ὁ Σκιπίων ἀτρέμα[*](ἀτρέμα] ἠρέμα?) πρὸς τὸν Παναίτιον ψιθυρίσας εἶπεν, ἤδη τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι· διʼ ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.

Συναπεδήμει δὲ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος Παναίτιος, οἰκέται δὲ πέντε· καὶ τούτων[*](τούτων Wyttenbach: τοῦ.) ἑνὸς ἀποθανόντος ἐπὶ τῆς ξένης, ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ τῆς Ῥώμης μετεπέμψατο.

τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ πολλοὺς νενικηκότων στρατηγούς, ὕπατον ἀπέδειξε Σκιπίωνα τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον ὡρμημένων δὲ πολλῶν ἐπὶ τὴν στρατείαν, καὶ τοῦτο διεκώλυσεν ἡ σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης. καὶ χρήματα λαβεῖν τῶν ἑτοίμων οὐκ εἴασαν, ἀλλὰ τὰς τελωνικὰς προσόδους ἀπέταξαν οὔπω χρόνον ἐχούσας. ὁ δὲ Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ καὶ τῶν φίλων ἐξαρκέσειν· περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο, χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν διʼ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ διʼ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων.