Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν

στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.

ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας.

Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον, οἶδα, ἔφη, τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος, οὐ δύναμαι κατήγορος αὐτὸς[*](αὐτὸς] αὑτὸς van Herwerden.) εἶναι καὶ δικαστής.

Ἐκπεμφθέντα δʼ αὐτὸν[*](αὐτὸν ... τρίτον] τρίτον αὐτόν Hartman, presumably on the basis of Justin xxxviii. 8. 8; but it is also true that this was the third important commission given to Scipio from the Senate.) ὑπὸ τῆς βουλῆς τρίτον, ὥς φησι Κλειτόμαχος,

ἀνθρώπων ὕβριν[*](ὕβριν from Moralia 777 a: πόλεων or πολέων.) τε καὶ εὐνομίην ἐφορῶντα,
πόλεων ἐθνῶν βασιλέων ἐπίσκοπον, ὡς εἰς Ἀλεξάνδρειαν ἧκε καὶ τῆς νεὼς ἀποβὰς ἐβάδιζε κατὰ τῆς κεφαλῆς ἔχων τὸ ἱμάτιον, ἠξίουν ἀποκαλύψασθαι περιθέοντες οἱ Ἀλεξανδρεῖς καὶ δεῖξαι ποθοῦσιν αὐτοῖς τὸ πρόσωπον. τοῦ δὲ ἀποκαλυψαμένου, κραυγὴν καὶ κρότον ἐποίησαν. τοῦ δὲ βασιλέως
μόλις ἁμιλλωμένου βαδίζουσιν αὐτοῖς διʼ ἀργίαν καὶ τρυφὴν τοῦ σώματος, ὁ Σκιπίων ἀτρέμα[*](ἀτρέμα] ἠρέμα?) πρὸς τὸν Παναίτιον ψιθυρίσας εἶπεν, ἤδη τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι· διʼ ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.

Συναπεδήμει δὲ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος Παναίτιος, οἰκέται δὲ πέντε· καὶ τούτων[*](τούτων Wyttenbach: τοῦ.) ἑνὸς ἀποθανόντος ἐπὶ τῆς ξένης, ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ τῆς Ῥώμης μετεπέμψατο.

τῶν δὲ Νομαντίνων ἀμάχων εἶναι δοκούντων καὶ πολλοὺς νενικηκότων στρατηγούς, ὕπατον ἀπέδειξε Σκιπίωνα τὸ δεύτερον ὁ δῆμος ἐπὶ τὸν πόλεμον ὡρμημένων δὲ πολλῶν ἐπὶ τὴν στρατείαν, καὶ τοῦτο διεκώλυσεν ἡ σύγκλητος, ὡς ἐρήμου τῆς Ἰταλίας ἐσομένης. καὶ χρήματα λαβεῖν τῶν ἑτοίμων οὐκ εἴασαν, ἀλλὰ τὰς τελωνικὰς προσόδους ἀπέταξαν οὔπω χρόνον ἐχούσας. ὁ δὲ Σκιπίων χρημάτων μὲν οὐκ ἔφη δεῖσθαι, τὰ γὰρ ἑαυτοῦ καὶ τῶν φίλων ἐξαρκέσειν· περὶ δὲ τῶν στρατιωτῶν ἐμέμψατο, χαλεπὸν γὰρ εἶναι τὸν πόλεμον, εἰ μὲν διʼ ἀνδρείαν τῶν πολεμίων ἥττηνται τοσαυτάκις, ὅτι πρὸς τοιούτους, εἰ δὲ διʼ ἀνανδρίαν τῶν πολιτῶν, ὅτι μετὰ τοιούτων.

ἐπεὶ δὲ ἐλθὼν εἰς τὸ στρατόπεδον πολλὴν ἀταξίαν καὶ ἀκολασίαν καὶ δεισιδαιμονίαν καὶ τρυφὴν κατέλαβε, μάντεις μὲν εὐθὺς ἐξήλασε καὶ θύτας καὶ πορνοβοσκούς, σκεύη δὲ προσέταξεν

ἀποπέμπειν ἅπαντα πλὴν χύτρας ὀβελίσκου καὶ ποτηρίου κεραμεοῦ· τῶν δὲ ἀργυρῶν[*](ἀργυρῶν as in Moralia, 175 e, and elsewhere: ἀργυρέων.) ἔκπωμα οὐ μεῖζον δύο λιτρῶν συνεχώρησε τοῖς βουλομένοις ἔχειν· λούεσθαι δὲ ἀπεῖπε, τῶν δὲ ἀλειφομένων τρίβειν ἕκαστον ἑαυτόν· τὰ γὰρ ὑποζύγια χεῖρας μὴ ἔχοντα ἑτέρου τρίψοντος δεῖσθαι· προσέταξε δὲ ἀριστᾶν μὲν ἑστῶτας ἄπυρον ὄψον, δειπνεῖν δὲ κατακειμένους ἄρτον ἢ πόλτον[*](πόλτον: πολτὸν or ποτὸν.) ἁπλῶς καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· αὐτὸς δὲ σάγον ἐμπεπορπημένος μέλανα περιῄει, πενθεῖν τὴν τοῦ στρατεύματος αἰσχύνην λέγων.

Μεμμίου δέ τινος χιλιάρχου λαβὼν ὑποζύγια φυκτῆρας διαλίθους παρακομίζοντα καὶ Θηρικλείους, ἐμοὶ μέν, εἶπεν, ἡμέρας τριάκοντα[*](τριάκοντα] δὶς τριάκοντα or ἑξήκοντα Cobet.) καὶ τῇ πατρίδι, σαυτῷ δὲ τὸν βίον ἅπαντα τοιοῦτος ὢν ἄχρηστον πεποίηκας σεαυτόν.

ἑτέρου δὲ θυρεὸν ἐπιδείξαντος εὖ κεκοσμημένον, ὁ μὲν θυρεός, εἶπεν, ὦ νεανία, καλός, πρέπει δὲ Ῥωμαῖον ἄνδρα μᾶλλον ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν ἢ τῇ ἀριστερᾷ.