Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
παρορμῶν δὲ τοὺς ἄρχοντας ἐπιτιμᾶν τοῖς ἁμαρτάνουσιν ἔλεγε τοὺς δυναμένους κωλύειν τοὺς κακῶς ποιοῦντας, ἐὰν μὴ κωλύωσι, κελεύειν.
τῶν δὲ νέων ἔφη χαίρειν τοῖς ἐρυθριῶσι μᾶλλον ἢ τοῖς ὠχριῶσι.
στρατιώτην δὲ μισεῖν, ὃς ἐν τῷ περιπατεῖν τὰς χεῖρας, ἐν δὲ τῷ μάχεσθαι τοὺς πόδας κινεῖ, ῥέγχει δὲ μεῖζον ἢ ἀλαλάζει.
κάκιστον δὲ ἔλεγεν ἄρχοντα εἶναι τὸν ἄρχειν ἑαυτοῦ μὴ δυνάμενον.
μάλιστα δὲ ἐνόμιζε δεῖν ἕκαστον ἑαυτὸν αἰδεῖσθαι· μηδένα γὰρ ἑαυτοῦ μηδέποτε χωρὶς εἶναι.
πολλῶν δὲ ὁρῶν ἀνισταμένους ἀνδριάντας, ἐμοῦ δέ, ἔφη, ἐρωτᾶν βούλομαι μᾶλλον τοὺς ἀνθρώπους, διὰ τί ἀνδριὰς οὐ κεῖται Κάτωνος ἢ διὰ τί κεῖται.
φείδεσθαι δὲ τῆς ἐξουσίας παρεκάλει τοὺς δυναμένους, ὅπως ἀεὶ παραμένοι τὸ ἐξεῖναι.
τοὺς δὲ τῆς ἀρετῆς τὴν τιμὴν ἀφαιροῦντας ἔλεγε τὴν ἀρετὴν ἀφαιρεῖν τῆς νεότητος.
τὸν δὲ ἄρχοντα ἢ κριτὴν ἔλεγε δεῖν μήτε ὑπὲρ τῶν δικαίων λιπαρεῖσθαι μήτε ὑπὲρ τῶν ἀδίκων ἐκλιπαρεῖσθαι.
τὴν δὲ ἀδικίαν ἔλεγε, τοῖς ἀδικοῦσι κἂν[*](ἀδικοῦσι κἂν] ἀδικοῦσιν ἂν E. Kurtz.) μὴ φέρῃ κίνδυνον, ἅπασι φέρειν.