Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε.

τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς

ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ· δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι. καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων.

διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι, πολλάκις ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους.

ἐπεὶ δὲ πολεμῶν τοῖς περὶ τὸν Βαῖτιν ποταμὸν οἰκοῦσιν εἰς κίνδυνον ὑπὸ πλήθους τῶν πολεμίων κατέστη, τῶν μὲν Κελτιβήρων ἐπὶ διακοσίοις ταλάντοις βουλομένων βοηθεῖν, τῶν δὲ Ῥωμαίων οὐκ ἐώντων ὁμολογεῖν μισθὸν ἀνθρώποις βαρβάροις, ἁμαρτάνειν ἔφησεν αὐτούς· νικῶντας μὲν γὰρ ἀποδώσειν οὐ παρʼ αὑτῶν[*](αὑτῶν as in the Life of M. Cato, chap. x.: αὐτῶν.) ἀλλὰ παρὰ τῶν πολεμίων ἡττωμένων δέ, μήτε τοὺς ἀπῃτημένους[*](ἀπῃτημένους] ἀπαιτουμένους, ibid.) μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι.

πλείονας δὲ πόλεις ἑλών, ὥς φησι, τῶν ἡμερῶν ἃς διέτριψεν ἐν τοῖς πολεμίοις, οὐδὲν αὐτὸς πλέον ἔλαβεν[*](ἔλαβεν Wyttenbach: λαβεῖν.) ὧν ἔφαγε καὶ ἔπιεν ἐκ τῆς πολεμίας.

τῶν δὲ στρατιωτῶν ἑκάστῳ λίτραν ἀργύρου διανείμας φησὶ βέλτιον εἶναι πολλοὺς ἔχοντας ἀργύριον ἢ ὀλίγους χρυσίον ἀπὸ τῆς στρατείας ἐπανελθεῖν τῶν γὰρ ἀρχόντων οὐδὲν ἄλλο δεῖν ἐν ταῖς ἐπαρχίαις ἢ τὴν δόξαν αὐξάνεσθαι.

πέντε δὲ οἰκέτας εἶχεν ἐπὶ τῆς στρατείας,

ὧν εἷς αἰχμάλωτα σώματα τρία πριάμενος, ὡς οὐκ ἔλαθε τὸν Κάτωνα, πρὶν εἰς ὄφιν ἐλθεῖν, ἀπήγξατο.

παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστάς, ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.

Ποστουμίου δὲ Ἀλβίνου[*](Ἀλβίνου Xylander, from the Life of Cato, chap. xii.: λαβιήνου.) γράψαντος ἱστορίας Ἑλληνιστὶ καὶ συγγνώμην παρὰ τῶν ἀκροωμένων αἰτοῦντος, εἰρωνευόμενος ὁ Κάτων ἔφη δοτέον εἶναι συγγνώμην, εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς ἔγραψεν.

Σκιπίωνα τὸν νεώτερον λέγουσιν ἔτεσι πεντήκοντα καὶ τέτταρσιν, οἷς ἐβίωσε, μηδὲν πρίασθαι μηδὲν ἀποδόσθαι μηδὲν οἰκοδομῆσαι, λίτρας δὲ ἀργύρου τρεῖς καὶ τριάκοντα μόνας ἐν οὐσίᾳ μεγάλῃ δύο δὲ χρυσίου καταλιπεῖν· καὶ ταῦτα Καρχηδόνος κύριον ὄντα καὶ μάλιστα τῶν στρατηγῶν πλουτίσαντα τοὺς στρατιώτας.

τὸ δὲ Πολυβίου παράγγελμα διαφυλάττων

ἐπειρᾶτο μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ ποιήσασθαί τινα συνήθη καὶ φίλον ἁμωσγέπως τῶν ἐντυγχανόντων.

ἔτι δὲ νέος ὢν τοσαύτην εἶχε δόξαν ἀνδρείας καὶ συνέσεως ὥστε Κάτωνα μὲν τὸν πρεσβύτερον εἰπεῖν ἐρωτηθέντα περὶ τῶν ἐν Καρχηδόνι στρατευομένων, ἐν οἷς καὶ Σκιπίων ἦν,

οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.

εἰς δὲ τὴν Ῥώμην ἐλθόντος ἀπὸ στρατείας,[*](ἀπὸ στρατείας] ἐπὶ ὑπατείαν Wyttenbach.) ἐκάλουν αὐτόν, οὐκ ἐκείνῳ χαριζόμενοι, ἀλλʼ ὡς Καρχηδόνα διʼ ἐκείνου ταχὺ καὶ ῥᾳδίως ληψόμενοι.

ἐπεὶ δὲ παρελθὼν εἰς τὸ τεῖχος, τῶν Καρχηδονίων ἐκ τῆς ἄκρας ἀμυνομένων ῥώμῃ, συνεῖδε[*](ῥώμῃ, συνεῖδε F.C.B.: ἔγνω Hultsch and van Herwerden: ἔμαθε Hultsch: παρέβαλεν εἰς Pantazides: ἔχον Kronenberg: μεταξὺ S. A. Naber: μὴ σὺ.) τὴν διὰ μέσου θάλατταν οὐ πάνυ βαθεῖαν οὖσαν τοῦ Πολυβίου συμβουλεύοντος αὐτῷ κατασπεῖραι τριβόλους σιδηροῦς ἢ σανίδας ἐμβάλλειν κεντρωτάς, ὅπως μὴ διαβαίνοντες οἱ πολέμιοι προσμάχωνται τοῖς χώμασιν, ἔφη γελοῖον εἶναι κατειληφότας τὰ τείχη καὶ τῆς πόλεως ἐντὸς ὄντας εἶτα πράττειν ὅπως οὐ μαχοῦνται τοῖς πολεμίοις.

εὑρὼν δὲ τὴν πόλιν ἀνδριάντων Ἑλληνικῶν καὶ ἀναθημάτων ἀπὸ Σικελίας μεστὴν οὖσαν,

ἐκήρυξε τοὺς ἀπὸ τῶν πόλεων παρόντας ἐπιγινώσκειν καὶ κομίζεσθαι.

τῶν δὲ χρημάτων οὔτε δοῦλον οὔτε ἀπελεύθερον εἴα λαβεῖν οὐδένα, ἀλλʼ οὐδὲ πρίασθαι, πάντων ἀγόντων καὶ φερόντων.

Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς ὑπατείαν μέτεισιν· ἐδόκει δὲ ὁ Πομπήιος υἱὸς αὐλητοῦ γεγονέναι· τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν Λαίλιον ἐπαγγελλομένου[*](ἐπαγγελλομένου F.C.B.: ἐπαγγελλόμενος.) συμπεριάξειν καὶ συναρχαιρεσιάσειν, πιστεύσαντες καὶ περιμένοντες ἐκεῖνον ἐξηπατήθησαν· ἀπηγγέλλετο γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων, ὁ Σκιπίων γελάσας, ἀβελτερίᾳ γε,[*](γε Wyttenbach: δὲ.) εἶπεν, ἡμῶν, καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν, πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.

Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ἀληθῆ λέγεις, εἶπεν, ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλʼ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν.

ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν

στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας.

ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας.