Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τῷ δὲ γήρᾳ πολλῶν αἰσχρῶν παρόντων ἠξίου μὴ προστιθέναι τὴν ἀπὸ τῆς κακίας αἰσχύνην.

τὸν δὲ ὀργιζόμενον ἐνόμιζε τοῦ μαινομένου χρόνῳ διαφέρειν.

ἥκιστα δὲ φθονεῖσθαι τοὺς τῇ τύχῃ χρωμένους ἐπιεικῶς καὶ μετρίως· οὐ γὰρ ἡμῖν ἀλλὰ τοῖς περὶ ἡμᾶς φθονοῦσι.

τοὺς δὲ σπουδάζοντας ἐν τοῖς γελοίοις ἔλεγεν ἐν τοῖς σπουδαίοις ἔσεσθαι καταγελάστους.

τὰς καλὰς πράξεις ἔλεγε δεῖν καταλαμβάνειν πράξεσι καλαῖς, ἵνα μὴ τῆς δόξης ἀπορρέωσιν.