Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι· δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.

Κάτων ὁ πρεσβύτερος ἐν τῷ δήμῳ τῆς ἀσωτίας καὶ πολυτελείας καθαπτόμενος εἶπεν ὡς χαλεπόν ἐστι λέγειν πρὸς γαστέρα ὦτα μὴ ἔχουσαν.

θαυμάζειν δὲ πῶς σῴζεται πόλις, ἐν πωλεῖται πλείονος ἰχθὺς ἢ βοῦς.

λοιδορῶν δέ ποτε τὴν ἐπιπολάζουσαν γυναικοκρατίαν, πάντες, εἶπεν, ἄνθρωποι τῶν γυναικῶν

ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.

ἔφη δὲ βούλεσθαι μᾶλλον εὐεργετήσας μὴ κομίσασθαι χάριν ἢ μὴ ὑποσχεῖν κόλασιν ἀδικήσας, καὶ πᾶσιν ἀεὶ τοῖς ἁμαρτάνουσι χωρὶς ἑαυτοῦ δοῦναι συγγνώμην.