Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ὁ δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος· ἀποθανόντος δὲ τοῖς ἐπὶ τὴν ἐκφορὰν παραγινομένοις ἐνέχει πίνειν οἰνόμελι καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν οὖν ὕστερον.

Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους ἐπʼ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα περὶ διαλύσεως, ἔδει πρότερον, εἶπεν, ἀλλὰ μὴ νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.

χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου[*](ταμιείου the better spelling: ταμείου.) ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη· καὶ γὰρ κλείεσθαι διʼ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ ταμιεῖον.

Πετιλλίου[*](Πετιλλίου the usual spelling: παιτιλίου.) δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν αὐτὸς μὲν ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ Καπετώλιον θύσων, τὸν δὲ βουλόμενον τὴν

ψῆφον ἐκέλευσε φέρειν περὶ αὐτοῦ καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, ὁ δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.

Τίτος Κοΐντιος οὕτως ἦν εὐθὺς ἐξ ἀρχῆς ἐπιφανής, ὥστε πρὸ δημαρχίας καὶ στρατηγίας καὶ ἀγορανομίας ὕπατος αἱρεθῆναι. πεμφθεὶς δὲ στρατηγὸς ἐπὶ Φίλιππον εἰς λόγους ἐπείσθη συνελθεῖν αὐτῷ· τοῦ δὲ Φιλίππου λαβεῖν ὁμήρους ἀξιοῦντος, ἐκεῖνον μὲν γὰρ εἶναι μετὰ πολλῶν Ῥωμαίων, ἑαυτὸν δὲ μόνον Μακεδόσι· σὺ γὰρ μόνον, ὁ Κοΐντιος ἔφη, ἑαυτὸν ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς.

νικήσας δὲ μάχῃ τὸν Φίλιππον ἐκήρυξεν ἐν Ἰσθμίοις ὅτι τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφίησιν. ὅσοι δὲ Ῥωμαίων αἰχμάλωτοι γενόμενοι ἐν τοῖς κατʼ Ἀννίβαν χρόνοις ἐδούλευον παρὰ τοῖς Ἕλλησι, τούτων ἕκαστον οἱ Ἕλληνες ἐξωνησάμενοι δραχμῶν πεντακοσίων δωρεὰν ἔδωκαν αὐτῷ, κἀκεῖνοι θριαμβεύοντι συνηκολούθησαν ἐν Ῥώμῃ πιλία περὶ ταῖς κεφαλαῖς ἔχοντες, ὥσπερ ἔθος ἐστὶ τοῖς ἐλευθερωθεῖσι.

τοὺς δʼ Ἀχαιοὺς ἐπὶ τὴν Ζακυνθίων νῆσον διανοουμένους στρατεύειν ἐκέλευε φυλάττεσθαι, μὴ καθάπερ αἱ χελῶναι τὴν κεφαλὴν προτείναντες ἔξω τῆς Πελοποννήσου κινδυνεύσωσιν.

Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρά τῳ ξένῳ δειπνῶν θαυμάζειν τό τῶν κρεῶν πλῆθος· εἰπεῖν δὲ τόν ξένον ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ σκευασίαις διαφέροντα. μὴ τοίνυν μηδὲ ὑμεῖς, ἔφη, θαυμάζετε τήν βασιλικήν δύναμιν, λογχοφόρους καὶ[*](καὶ] omitted in the mss.) καταφράκτους καὶ πεζεταίρους καὶ ἀμφιπποτοξότας ἀκούοντες· πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων διαφέροντες.

Φιλοποίμενι δὲ τῷ στρατηγῷ τῶν Ἀχαιῶν ἱππεῖς μὲν πολλοὺς καὶ ὁπλίτας ἔχοντι, χρημάτων δὲ οὐκ εὐποροῦντι, προσπαίζων ἔλεγεν ὅτι χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη, γαστέρα δὲ οὐκ ἔχει. καὶ γὰρ τῇ φύσει τοῦ σώματος ἦν καὶ ὁ Φιλοποίμην τοιοῦτος.

Γνάιος[*](Γνάιος Meziriacus: γάϊος.) Δομίτιος, ὃν Σκιπίων ὁ μέγας ἀνθʼ ἑαυτοῦ τῷ ἀδελφῷ Λευκίῳ παρακατέστησεν ἐν τῷ πρὸς Ἀντίοχον πολέμῳ, κατασκεψάμενος τὴν τῶν πολεμίων φάλαγγα, καὶ τῶν περὶ αὐτὸν

ἡγεμονικῶν εὐθὺς ἐπιχειρεῖν κελευόντων, ἔφη τὴν ὥραν οὐκ ἐπαρκεῖν, ἵνα τοσαύτας μυριάδας κατακόψαντες καὶ διαρπάσαντες τὴν ἀποσκευὴν ἐπανελθόντες εἰς τὸ στρατόπεδον ἑαυτῶν ἐπιμεληθῶσι, τὸ δὲ αὐτὸ ποιήσειν αὔριον καθʼ ὥραν. καὶ συμβαλὼν τῇ ὑστεραίᾳ πεντακισμυρίους τῶν πολεμίων ἀνεῖλεν.

Πόπλιος Λικίνιος ὕπατος στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ, δισχιλίους ὀκτακοσίους ἀπέβαλε, τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας· ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευεν ὁ νενικημένος τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθʼ αὑτόν.

Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός.

ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν

ἡμῖν ʽ κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον ʽ, ἀγαθῇ τύχῃ, εἶπεν, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν.

εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν.

τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον.

ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν εἴγε τὴν σήν, εἶπεν, ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.

νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.

τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου[*](παρακρουομένου] παραιτούμενοςLife of Aemilius Paulus, chap. xxxiv.) τὸν θρίαμβον, ἐπὶ σοί, εἶπε, τοῦτʼ ἐστίν, ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.

χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων[*](ΑἰλίωνLife of Aemilius Paulus, chap. xxviii.: αἰμιλίων.) οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.

τεττάρων δὲ παίδων ἀρρένων αὐτῷ γεγονότων, δύο μὲν πρότερον ἐτύγχανεν ἐκδεδωκὼς ἑτέροις θέσθαι· δυοῖν δὲ ὄντων ἐπὶ τῆς οἰκίας ὁ μὲν ἡμέραις πέντε πρὸ τοῦ θριάμβου, τετταρεσκαίδεκα γεγονὼς ἔτη, ἀπέθανεν, ὁ δὲ ὕστερον πέντε τοῦ θριάμβου, δωδεκαέτης. προελθὼν δέ, τοῦ δήμου συναλγοῦντος αὐτῷ καὶ συμπενθοῦντος, νῦν ἔφη περὶ τῆς πατρίδος ἀδεὴς γεγονέναι καὶ ἀκίνδυνος, ὁπότε τῶν εὐτυχημάτων τὴν νέμεσιν εἰς τὸν οἶκον ἀπερεισαμένης τῆς τύχης ὑπὲρ πάντων αὐτὸς ἀναδέδεκται.