Regum et imperatorum apophthegmata
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο πολλάκις ἐρῶν γυναικός, τὰ δὲ ἄλλα θαυμαστὸν ἐν τοῖς ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν· ὡς δὲ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον, οὐ λέληθας, ἔφη, παρὰ τὸν νόμον ἀπονυκτερεύων ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις· τὰ μὲν οὖν ἡμαρτημένα λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἔσῃ μεθʼ ἡμῶν· ἔχω γὰρ ἐγγυητήν καὶ προαγαγὼν συνέστησεν αὐτῷ τὸ γύναιον.
Ταραντίνους δὲ κατέχοντα φρουρᾷ τὸν Ἀννίβαν πλὴν τῆς ἀκροπόλεως ἀπαγαγὼν πορρωτάτω διʼ ἀπάτης καὶ τὴν πόλιν ἑλὼν καὶ διαρπάσας, τοῦ γραμματέως ἐπερωτήσαντος τί περὶ τῶν ἱερῶν ἔγνωκεν ἀγαλμάτων, ἀπολίπωμεν, ἔφη, Ταραντίνοις τοὺς θεοὺς κεχολωμένους.