Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι[*](πεπειρᾶσθαι] πεπείραται some mss.) γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.

[*](ρωμαιων αποφθεγματα. μανιου κουριου, etc.] these headings are usually omitted in the mss.)

Μάνιος Κούριος, ἐγκαλούντων αὐτῷ τινων ὅτι τῆς αἰχμαλώτου χώρας ὀλίγον ἑκάστῳ μέρος διένειμε τὴν δὲ πολλὴν ἐποίησε δημοσίαν, ἐπηύξατο μηδένα γενέσθαι Ῥωμαίων ὃς ὀλίγην ἡγήσεται γῆν τὴν τρέφουσαν.

Σαυνιτῶν δὲ μετὰ τὴν ἧτταν ἀφικομένων πρὸς αὐτὸν καὶ χρυσίον διδόντων, ἔτυχεν ἐν χύτραις ἕψων γογγυλίδας· ἀπεκρίνατο δὲ τοῖς Σαυνίταις μηδὲν χρυσίου δεῖσθαι τοιοῦτον δεῖπνον δειπνῶν· αὑτῷ δὲ βέλτιον εἶναι τοῦ χρυσίον ἔχειν τὸ κρατεῖν τῶν ἐχόντων.

Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων

ἧτταν πυθόμενος, Λαιβῖνον,[*](Λαιβῖνον as in the Life of Pyrrhus, chaps. xiv.-xix., and in many other authors: λαβιήνῳ.) εἶπε, Πύρρος, οὐκ Ἠπειρῶται Ῥωμαίους νενικήκασιν.

ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε· τῇ δʼ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι· καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας, ἐμέ, εἶπεν, οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.