Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδου,[*](Ἐπαμεινώνδου F.C.B. Cf. No. 6 infra: ἐπαμινώνδα, but there is no uniformity in the mss. Bernardakis would read the dative, Ἐπαμεινώνδᾳ, which is probably wrong.) τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, ἀναγκαῖα τὰ χρήματα νὴ Δία, εἶπε, τούτῳ Νικοδήμῳ,[*](Νικοδήμῳ, Life of Pelopidas, chap. iii.: νικομήδει. S. A. Naber would read Νικόδημον, but the reading in the Life and in Aelian is against it.) δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.

τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.

εἰπόντος δέ τινος τῶν στρατιωτῶν, ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, σπεύδεις ἀποθανεῖν; πάνυ μὲν οὖν, εἶπεν, ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.

Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.

Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι[*](πεπειρᾶσθαι] πεπείραται some mss.) γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.