Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

τὸν δὲ ὑπασπιστὴν αἰσθόμενος εἰληφότα χρήματα πολλὰ παρʼ ἀνδρὸς αἰχμαλώτου γεγονότος,

ἐμοὶ μέν, εἶπεν, ἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐκέτι γὰρ ἐθελήσεις κινδυνεύειν ὁμοίως εἷς τῶν πλουσίων γεγονὼς καὶ μακαρίων.

ἐρωτηθεὶς δὲ πότερον ἑαυτὸν ἡγεῖται βελτίονα στρατηγὸν ἢ Χαβρίαν ἢ Ἰφικράτην δύσκριτον, εἶπεν, ἕως ζῶμεν.

ἐπεὶ δὲ ἐκ τῆς Λακωνικῆς ὑποστρέψας ἔφευγε θανάτου δίκην μετὰ τῶν συστρατήγων, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον τέσσαρας μῆνας, τοὺς μὲν συνάρχοντας ἐκέλευεν εἰς ἑαυτὸν ἀναφέρειν τὴν αἰτίαν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων λόγους· εἰ δὲ δεῖ τι πάντως εἰπεῖν πρὸς τοὺς δικαστάς, ἀξιοῦν, ἂν ἀποκτείνωσιν αὐτόν, ἐπιγράψαι τῇ στήλῃ τὴν καταδίκην, ὅπως οἱ Ἕλληνες εἰδῶσιν ὅτι μὴ βουλομένους Θηβαίους Ἐπαμεινώνδας ἠνάγκασε τὴν Λακωνικὴν πυρπολῆσαι, πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν οἰκίσαι δὲ Μεσσήνην διʼ ἐτῶν τριάκοντα καὶ διακοσίων συντάξαι δὲ καὶ συναγαγεῖν εἰς ταὐτὸν Ἀρκάδας· ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. ταῦτα γὰρ ἐπράχθη κατʼ ἐκείνην τὴν στρατείαν. ἐξῆλθον

οὖν οἱ δικασταὶ σὺν πολλῷ γέλωτι μηδὲ τὰς ψήφους ἐπʼ αὐτὸν ἀναλαβόντες.

ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τρωθεὶς καὶ κομισθεὶς ἐπὶ σκηνὴν ἐκάλει Δαΐφαντον, εἶτα μετʼ ἐκεῖνον Ἰολαΐδαν[*](Ἰολαΐδαν Aelian, Varia Historia, xii. 3: ἰολλίδαν (or ὑολλίδαν).)· τεθνάναι δὲ τοὺς ἄνδρας πυθόμενος ἐκέλευε διαλύεσθαι πρὸς τοὺς πολεμίους, ὡς οὐκ ὄντος αὐτοῖς στρατηγοῦ. καὶ τῷ λόγῳ τὸ ἔργον ἐμαρτύρησεν ὡς εἰδότος ἄριστα τοὺς πολίτας.

Πελοπίδας ὁ συστράτηγος Ἐπαμεινώνδου,[*](Ἐπαμεινώνδου F.C.B. Cf. No. 6 infra: ἐπαμινώνδα, but there is no uniformity in the mss. Bernardakis would read the dative, Ἐπαμεινώνδᾳ, which is probably wrong.) τῶν φίλων αὐτὸν ἀμελεῖν λεγόντων πράγματος ἀναγκαίου, χρημάτων συναγωγῆς, ἀναγκαῖα τὰ χρήματα νὴ Δία, εἶπε, τούτῳ Νικοδήμῳ,[*](Νικοδήμῳ, Life of Pelopidas, chap. iii.: νικομήδει. S. A. Naber would read Νικόδημον, but the reading in the Life and in Aelian is against it.) δείξας χωλὸν καὶ ἀνάπηρον ἄνθρωπον.

τῆς δὲ γυναικός, ἐπὶ μάχην ἐξιόντος αὐτοῦ, δεομένης σῴζειν ἑαυτόν, ἄλλοις ἔφη δεῖν τοῦτο παραινεῖν, ἄρχοντι δὲ καὶ στρατηγῷ σῴζειν τοὺς πολίτας.

εἰπόντος δέ τινος τῶν στρατιωτῶν, ἐμπεπτώκαμεν εἰς τοὺς πολεμίους, τί μᾶλλον, εἶπεν, ἢ εἰς ἡμᾶς ἐκεῖνοι;

ἐπεὶ δὲ παρασπονδηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Φεραίων τυράννου καὶ δεθεὶς κακῶς αὐτὸν ἔλεγεν, εἰπόντος ἐκείνου, σπεύδεις ἀποθανεῖν; πάνυ μὲν οὖν, εἶπεν, ἵνα μᾶλλον παροξυνθῶσι Θηβαῖοι, καὶ σὺ δίκην δῷς τάχιον.

Θήβης δὲ τῆς τοῦ τυράννου γυναικὸς ἐλθούσης πρὸς Πελοπίδαν καὶ λεγούσης θαυμάζειν ὅτι οὕτως ἱλαρός ἐστι δεδεμένος, αὐτὸς ἔφη μᾶλλον θαυμάζειν ἐκείνην, ὅτι μὴ δεδεμένη ὑπομένει Ἀλέξανδρον.

Κομισαμένου δʼ αὐτὸν τοῦ Ἐπαμεινώνδου, χάριν εἶπεν ἔχειν Ἀλεξάνδρῳ· πεπειρᾶσθαι[*](πεπειρᾶσθαι] πεπείραται some mss.) γὰρ ἑαυτοῦ νῦν μάλιστα οὐ μόνον πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς θάνατον εὐθαρσῶς ἔχοντος.

[*](ρωμαιων αποφθεγματα. μανιου κουριου, etc.] these headings are usually omitted in the mss.)

Μάνιος Κούριος, ἐγκαλούντων αὐτῷ τινων ὅτι τῆς αἰχμαλώτου χώρας ὀλίγον ἑκάστῳ μέρος διένειμε τὴν δὲ πολλὴν ἐποίησε δημοσίαν, ἐπηύξατο μηδένα γενέσθαι Ῥωμαίων ὃς ὀλίγην ἡγήσεται γῆν τὴν τρέφουσαν.

Σαυνιτῶν δὲ μετὰ τὴν ἧτταν ἀφικομένων πρὸς αὐτὸν καὶ χρυσίον διδόντων, ἔτυχεν ἐν χύτραις ἕψων γογγυλίδας· ἀπεκρίνατο δὲ τοῖς Σαυνίταις μηδὲν χρυσίου δεῖσθαι τοιοῦτον δεῖπνον δειπνῶν· αὑτῷ δὲ βέλτιον εἶναι τοῦ χρυσίον ἔχειν τὸ κρατεῖν τῶν ἐχόντων.

Γάιος Φαβρίκιος τὴν ὑπὸ Πύρρου Ῥωμαίων

ἧτταν πυθόμενος, Λαιβῖνον,[*](Λαιβῖνον as in the Life of Pyrrhus, chaps. xiv.-xix., and in many other authors: λαβιήνῳ.) εἶπε, Πύρρος, οὐκ Ἠπειρῶται Ῥωμαίους νενικήκασιν.

ἐλθὼν δὲ πρὸς Πύρρον περὶ λύσεως αἰχμαλώτων χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε· τῇ δʼ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ ῥήξαντα φωνὴν ἐπιφανῆναι· καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας, ἐμέ, εἶπεν, οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.

τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετʼ αὐτὸν ἔχειν ἡγεμονίαν, οὐδὲ σοί, ἔφη, τοῦτο λυσιτελές ἐστιν· Ἠπειρῶται γάρ, ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπʼ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.

ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν ἐπιστολὴν ὁ τοῦ Πύρρου ἰατρὸς, ἐπαγγελλόμενος, ἐὰν κελεύῃ, φαρμάκοις τὸν Πύρρον ἀποκτενεῖν ὁ δὲ Φαβρίκιος τὴν ἐπιστολὴν πρὸς Πύρρον ἔπεμψεν, αἰσθέσθαι κελεύσας διʼ ὅ τι καὶ φίλων κάκιστός ἐστι κριτὴς καὶ πολεμίων.

ἐπεὶ δὲ φωράσας τὴν ἐπιβουλὴν ὁ Πύρρος τὸν μὲν ἰατρὸν ἐκρέμασε, τῷ δὲ Φαβρικίῳ τοὺς αἰχμαλώτους ἄνευ λύτρων ἀπέδωκεν, οὐκ ἐδέξατο δωρεὰν ἀλλʼ ἴσους ἀντέδωκε, μὴ δόξῃ λαμβάνειν μισθὸν οὐδὲ γὰρ χάριτι Πύρρου μεμηνυκέναι τὴν

ἐπιβουλήν, ἀλλʼ ὅπως μὴ δοκῶσι Ῥωμαῖοι δόλῳ κτείνειν, ὡς φανερῶς νικᾶν οὐ δυνάμενοι.

Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.

ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους, οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ[*](ἀπὸ] ἐπὶLife of Fabius Maximus, chap. xii.) τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφʼ ἡμᾶς;

μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου,

τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν ἔλεγεν οὖν ὁ Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.