Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπεὶ δὲ Ἀργεῖοι μὲν ἐγένοντο σύμμαχοι Θηβαίων, Ἀθηναίων δὲ πρέσβεις εἰς Ἀρκαδίαν παραγενόμενοι κατηγόρουν ἀμφοτέρων, καὶ Καλλίστρατος ὁ ῥήτωρ ὠνείδισε τὸν Ὀρέστην καὶ τὸν Οἰδίποδα ταῖς πόλεσιν, ἐπαναστὰς ὁ Ἐπαμεινώνδας, ὁμολογοῦμεν, ἔφη, καὶ παρʼ ἡμῖν πατροκτόνον γενέσθαι καὶ παρʼ Ἀργείοις μητροκτόνον· ἀλλὰ τοὺς ταῦτα δράσαντας ἡμεῖς μὲν ἐξεβάλομεν, Ἀθηναῖοι δὲ ὑπεδέξαντο.

πρὸς δὲ τοὺς Σπαρτιάτας πολλὰ καὶ μεγάλα τῶν Θηβαίων κατηγορήσαντας, οὗτοι μέντοι, εἶπεν, ὑμᾶς βραχυλογοῦντας ἔπαυσαν.

ἐπεὶ δὲ Ἀλέξανδρον τὸν Φεραίων τύραννον πολέμιον ὄντα Θηβαίων Ἀθηναῖοι φίλον ἐποιήσαντο καὶ σύμμαχον ὑποσχόμενον αὐτοῖς ἡμιωβολίου τὴν μνᾶν κρεῶν ὤνιον παρέξειν, ἡμεῖς δέ, ἔφη ὁ Ἐπαμεινώνδας, ξύλα προῖκα παρέξομεν

Ἀθηναίοις ἐπὶ τὰ κρέα ταῦτα· τὴν γὰρ χώραν αὐτῶν τεμοῦμεν, ἂν πολυπραγμονῶσι.

τοὺς δὲ Βοιωτοὺς ὑπὸ σχολῆς ἐκλυομένους ἀεὶ βουλόμενος ἐν τοῖς ὅπλοις συνέχειν, ὁπότε βοιωτάρχης αἱρεθείη, παραινῶν[*](παραινῶν] παριὼν S. A. Naber.) ἔλεγεν, ἔτι βουλεύσασθε, ἄνδρες· ἐὰν γὰρ ἐγὼ στρατηγῶ, στρατευτέον ἐστὶν ὑμῖν· καὶ τὴν χώραν ὑπτίαν οὖσαν καὶ ἀναπεπταμένην πολέμου ὀρχήστραν προσηγόρευεν, ὡς μὴ δυναμένους κρατεῖν αὐτῆς, ἂν μὴ τὴν χεῖρα διὰ πόρπακος ἔχωσι.

τοῦ δὲ Χαβρίου περὶ Κόρινθον ὀλίγους τινὰς τῶν Θηβαίων ὑπὸ τὰ τείχη φιλομαχοῦντας καταβαλόντος καὶ στήσαντος τρόπαιον, ὁ Ἐπαμεινώνδας καταγελῶν ἔφη, ἐνταῦθα δεῖ οὐ τρόπαιον ἀλλὰ Ἑκάταιον[*](There can be little doubt that Epameinondas said Ἑκάταιον, although the mss. have a later form Ἑκατήσιον.) ἑστάναι τὴν γὰρ Ἑκάτην ἐπιεικῶς ἐν ταῖς πρὸ τῶν πυλῶν ἱδρύοντο τριόδοις.