Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Παιδάρητος[*](Παιδάρητος in Moralia, 231 b, and Life of Lycurgus, chap. xxv. The mss. of Thucydides viii. give Πεδάριτος: παιδάρετος.) οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.

Δαμωνίδας δὲ ταχθεὶς εἰς τὴν τελευταίαν τοῦ χοροῦ τάξιν ὑπὸ τοῦ τὸν χορὸν ἱστάντος, εὖγε, εἶπεν, ἐξεῦρες πῶς καὶ αὕτη[*](αὕτη F.C.B. from Moralia, 149 a, where the mss. have a similar error: αὐτός, probably due to ἔντιμος: οὗτος Pantazides, ὁ τόπος Bernardakis would add.) ἔντιμος γένηται.ʼ

Νικόστρατος ὁ τῶν Ἀργείων στρατηγὸς ὑπὸ Ἀρχιδάμου χωρίον τι προδοῦναι παρακαλούμενος ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ Λακαίνης ἣν βούλεται δίχα τῶν βασιλικῶν, ἀπεκρίνατο μὴ εἶναι τὸν Ἀρχίδαμον ἀφʼ Ἡρακλέους· τὸν μὲν γὰρ Ἡρακλέα περιιόντα τοὺς κακοὺς κολάζειν, Ἀρχίδαμον δὲ τοὺς ἀγαθοὺς κακοὺς ποιεῖν.