Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ[*](δαὶ (cf. Moralia 213 c) Hatzidakis: δὲ.) ἐκεῖνος, εἶπεν, ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;

περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων, οὐδὲν ἀνδρείας, ἔφη, χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.

νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον διʼ ἀσθένειαν καὶ δακρύοντα, χαλεπόν, εἶπεν, ἅμα ἐλεεῖν καὶ φρονεῖν.