Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Μεγαρέως δὲ ἀνδρὸς ἐν κοινῷ συλλόγῳ

παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπε, πόλεως δέονται.

Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακοὺς εἶναι, δούλους δὲ ἀγαθούς.

εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δαὶ[*](δαὶ (cf. Moralia 213 c) Hatzidakis: δὲ.) ἐκεῖνος, εἶπεν, ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;

περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων, οὐδὲν ἀνδρείας, ἔφη, χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.

νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον διʼ ἀσθένειαν καὶ δακρύοντα, χαλεπόν, εἶπεν, ἅμα ἐλεεῖν καὶ φρονεῖν.

Μενεκράτους δὲ τοῦ ἰατροῦ Διὸς προσαγορευομένου, γράψαντος ἐπιστολὴν πρὸς αὐτόν, Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, ἀντέγραψεν, βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ πλῆθος τῶν πολεμίων νεκρῶν, φεῦ τᾶς Ἑλλάδος, εἶπεν, ἃ τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.

χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.

παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως,[*](Ἱδριέως Xylander (from Moralia, 209 e, and Life of Agesilaus, chap. xiii.): ἰκριέως or ἰκαριέως.) ἔγραψε πρὸς αὐτόν, Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δὲ ἄφες.

τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος, αὐτᾶς, εἶπεν, ἄκουκα πολλάκις.