Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν, ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου τρωθέντος, ὁ Ἀνταλκίδας εἶπεν καλὰ διδασκάλια παρὰ Θηβαίων λαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας.

Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν.

τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ναὶ[*](ναὶ Cobet: νὴ.) τὼ σιώ, εἶπε, κατέκτανον ἄν τυ, αἰ[*](ἄν τυ, αἰ Cobet: τεῦ εἰ.) μὴ ὠργιζόμαν.

πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.

Τήλεκλος ὁ βασιλεὺς πρὸς τὸν ἀδελφὸν ἐγκαλοῦντα τοῖς πολίταις ὡς ἀγνωμονέστερον αὐτῷ προσφερομένοις ἢ ἐκείνῳ, σὺ γάρ, εἶπεν, οὐκ οἶδας ἀδικεῖσθαι.