Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

αἰτοῦντος δὲ Ἀλεξάνδρου τριήρεις, καὶ τοῦ δήμου κελεύοντος ὀνομαστὶ παριέναι τὸν Φωκίωνα καὶ συμβουλεύειν, ἀναστὰς ἔφη, συμβουλεύω τοίνυν ὑμῖν ἢ κρατεῖν τοῖς ὅπλοις αὐτοὺς ἢ φίλους εἶναι τῶν κρατούντων.

λόγου δὲ περὶ τῆς Ἀλεξάνδρου τελευτῆς

ἐμπεσόντος ἀδεσπότου, καὶ τῶν ῥητόρων ἀναπηδώντων εὐθὺς ἐπὶ τὸ βῆμα καὶ μὴ μέλλειν ἀλλὰ πολεμεῖν ἤδη κελευόντων, ὁ Φωκίων ἠξίου περιμεῖναι καὶ γνῶναι βεβαίως. εἰ γὰρ τήμερον, ἔφη, τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην[*](εἰς τρίτην Wyttenbach from the Life of Phocion, chap. xxii.: εἰσέτι.) τεθνηκώς.

τοῦ δὲ Λεωσθένους εἰς τὸν πόλεμον ἐμβαλόντος τὴν πόλιν ἐλπίσι λαμπραῖς πρὸς τὸ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς ἡγεμονίας ἐπαιρομένην, τοὺς λόγους αὐτοῦ ταῖς κυπαρίττοις ἀπείκαζε· καλοὶ γὰρ ὄντες ἔφη καὶ ὑψηλοὶ καρπὸν οὐκ ἔχουσι. κατωρθωμένων δὲ τῶν πρώτων καὶ τῆς πόλεως εὐαγγέλια θυούσης, ἐρωτηθεὶς εἰ ταῦτα ἤθελεν αὑτῷ[*](αὑτῷ F.C.B. from the Life of Phocion, chap. xxiii.; αὐτῷ Wyttenbach: οὕτω.) πεπρᾶχθαι, πεπρᾶχθαι μὲν οὖν, ἔφη, ταῦτα, βεβουλεῦσθαι δὲ ἐκεῖνα.

τῇ δὲ Ἀττικῇ τῶν Μακεδόνων προσβαλόντων καὶ πορθούντων τὴν παραλίαν, ἐξήγαγε. τοὺς ἐν ἡλικίᾳ· πολλῶν δὲ συντρεχόντων πρὸς αὐτὸν καὶ παρεγκελευομένων ἐκεῖνον τὸν λόφον καταλαβεῖν, ἐνταῦθα τάξαι τὴν δύναμιν, ὦ Ἡράκλεις, εἶπεν, ὡς πολλοὺς ὁρῶ στρατηγούς, στρατιώτας δὲ ὀλίγους οὐ μὴν ἀλλὰ συμβαλὼν ἐκράτησε καὶ διέφθειρε Μικίωνα[*](Μικίωνα] the Life of Phocion, chap. xxv.: Νικίωνα.) τὸν ἄρχοντα τῶν Μακεδόνων.

μετʼ ὀλίγον δὲ χρόνον οἱ μὲν Ἀθηναῖοι τῷ πολέμῳ κρατηθέντες ἐδέξαντο φρουρὰν ὑπʼ Ἀντιπάτρου Μενύλλου δὲ τοῦ τῆς φρουρᾶς ἄρχοντος χρήματα τῷ Φωκίωνι διδόντος, ἀγανακτήσας εἶπε

μήτε ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι, καὶ χείρονα τὴν αἰτίαν ἐφʼ ᾗ λήψεται νῦν τότε μὴ δεξάμενος.

Ἀντίπατρος δʼ ἔφη, ὡς δυοῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων οὔτε Φωκίωνα λαβεῖν πέπεικεν οὔτε Δημάδην διδοὺς ἐμπέπληκεν.

ἀξιοῦντος δὲ Ἀντιπάτρου ποιῆσαί τι τῶν μὴ δικαίων αὐτόν, οὐ δύνασαι, εἶπεν, Ἀντίπατρε, καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι.

μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας, οὐ παύσει τις, εἶπε, τοῦτον ἀσχημονοῦντα;

τῶν δὲ μελλόντων συναποθνῄσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος, οὐκ ἀγαπᾷς, εἶπεν, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθανούμενος;

ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν, ἔγωγε,[*](ἔγωγε E. Kurtz: ἐγώ σοι, suggested long ago, is preferred by Hatzidakis: ἐγώ σε. Perhaps αὐτῷ, Aelian, Var. Hist. xii. 49 (i.e. αὐτῷ γε) is right.) εἶπεν, ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.