Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ, δείξωμεν οὖν αὐτοῖς, εἶπεν, ὅτι ζῶμεν · καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι· τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν, οὐκ ἔστιν, εἶπεν, ἐν πολέμῳ δὶς ἁμαρτεῖν.

Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, κατεφρονεῖτο· δόξαν δὲ τότε πρῶτον ἔσχεν ὅτε τραυματίας[*](τραυματίας] ναυμαχίας οὔσης or ἐν ναυμαχιᾳ is suggested by Bernardakis, but ναυμαχῶν, from Ulpian on Demosthen. Contra Midiam, would be simpler. Some mss. have τραυματίαν and one τρασμένος (i.e. τετραυματισμένος = τραυματίας).) πολέμιον ἄνδρα μετὰ τῶν ὅπλων ζῶντα συναρπάσας εἰς τὴν ἑαυτοῦ τριήρη μετήνεγκεν.

ἐν δὲ φιλίᾳ καὶ συμμάχῳ χώρᾳ στρατοπεδεύων καὶ χάρακα βαλλόμενος καὶ τάφρον ὀρύττων ἐπιμελῶς πρὸς τὸν εἰπόντα τί γὰρ φοβούμεθα; χειρίστην ἔφησε στρατηγοῦ φωνὴν εἶναι τὴν οὐκ ἂν προσεδόκησα.

παραταττόμενος δὲ τοῖς βαρβάροις ἔφη δεδιέναι μὴ τὸν Ἰφικράτην οὐκ ἴσασιν, ᾧ καταπλήττεται τοὺς ἄλλους πολεμίους.