Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν

Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.

ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον, ἔφη, σκοπεῖν ἦν, ὅπως οὐκ[*](οὐκ Cobet: μὴ οὐκ.) ἀποδώσει;

καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτόν, εἰπὼν εὔηθες[*](εὔηθες Aelian, Var. Hist. xiii. 38: εὐήθη.) εἶναι τὸν δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.

εἰπόντος δέ τινος, οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σεαυτοῦ κρίσιν; ἐγὼ μέν, ἔφη, οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.

ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ, δείξωμεν οὖν αὐτοῖς, εἶπεν, ὅτι ζῶμεν · καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι· τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν, οὐκ ἔστιν, εἶπεν, ἐν πολέμῳ δὶς ἁμαρτεῖν.