Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου, δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν, εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες.

ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον[*](ἐωνημένον] ἐωνημένος Hartman, possible but not imperative.) ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ὅπως, ἔφη, τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ, καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.

προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν

Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.

ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον, ἔφη, σκοπεῖν ἦν, ὅπως οὐκ[*](οὐκ Cobet: μὴ οὐκ.) ἀποδώσει;