Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα, ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν ἀεί,[*](ἀεί] Wyttenbach would omit, but the embellishment does not seem out of place.) ναί, εἶπεν, ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.

Ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς πατάξοντος, πάταξον μὲν οὖν, εἶπεν, ἄκουσον δέ.

μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας· ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.

τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν, ἀληθῆ λέγεις, εἶπεν, ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος οὔτε σὺ Ἀθηναῖος.

Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος, ὦ μειράκιον, εἶπεν, ὀψὲ μὲν ἀμφότεροι ἀλλὰ[*](ἀλλὰ] δʼ ἅμα, Life of Themistocles, chap. xviii., is preferred here by some editors.) νοῦν ἐσχήκαμεν.

πρὸς δὲ Σιμωνίδην ἐξαιτούμενόν τινα κρίσιν οὐ δικαίαν ἔφη μήτʼ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν ᾄδοντα παρὰ μέλος μήτʼ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα παρὰ τὸν νόμον.

τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων ἔλεγε δύνασθαι· τῶν γάρ Ἑλλήνων ἄρχειν Ἀθηναίους, Ἀθηναίων δʼ ἑαυτόν, ἑαυτοῦ δὲ τὴν ἐκείνου μητέρα, τῆς δὲ μητρὸς ἐκεῖνον.

τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός.

χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει.

τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων, τί κοπιᾶτε, εἶπεν, ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι; καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσιν.[*](κολούουσιν] λοιδοροῦσι in some mss. and editions; but the passages cited in note d support κολούουσιν.)

τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.

ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν[*](Ἀθηνῶν Cobet: ἀθηναίων.) τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη,

συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.