Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ θεραπόντων ἀποπλανηθείς, εἰς ἔπαυλιν πενήτων ἀνθρώπων ἀγνοούμενος εἰσῆλθε· καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ βασιλέως ἤκουσεν, ὅτι τἆλλα χρηστός ἐστιν, φίλοις δὲ μοχθηροῖς ἐπιτρέπων τὰ πλεῖστα παρορᾷ καὶ πολλάκις ἀμελεῖ τῶν ἀναγκαίων διὰ τὸ λίαν φιλόθηρος εἶναι. τότε μὲν οὖν ἐσιώπησεν ἅμα δὲ ἡμέρᾳ τῶν δορυφόρων παραγενομένων ἐπὶ τὴν ἔπαυλιν φανερὸς γενόμενος, προσφερομένης τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος, ἀλλὰ ἀφʼ ἧς, εἶπεν ἡμέρας ὑμᾶς ἀνείληφα, πρῶτον ἐχθὲς ἀληθινῶν λόγων ἤκουσα περὶ ἐμαυτοῦ.

τῶν δὲ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγίστην ἑορτὴν αἰτησαμένων ἑπτὰ ἡμερῶν ἀνοχάς, οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς τοῖς ἐκείνων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. οἱ δὲ Ἰουδαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν.