Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπεὶ δὲ συμβαλὼν Ῥωμαίοις δὶς ἐνίκησε πολλοὺς τῶν φίλων καὶ τῶν ἡγεμόνων ἀπολέσας, ἂν ἔτι, ἔφη, μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολώλαμεν.

ἐπεὶ δὲ Σικελίας ἀποτυχὼν ἐξέπλει, μεταστραφεὶς ὀπίσω πρὸς τοὺς φίλους, οἵαν, ἔφη, Ῥωμαίοις καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.

τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων, τί γάρ, εἶπεν, οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;

ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθʼ ἡμέραν πρὸς αὐτὸν ἅπαντας· ἀχθέντων δέ, τὸν πρῶτον ἠρώτησεν εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος, ταῦτα, εἶπεν, ὦ βασιλεῦ· πλείονα δʼ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.

Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ θεραπόντων ἀποπλανηθείς, εἰς ἔπαυλιν πενήτων ἀνθρώπων ἀγνοούμενος εἰσῆλθε· καὶ παρὰ τὸ δεῖπνον ἐμβαλὼν λόγον περὶ τοῦ βασιλέως ἤκουσεν, ὅτι τἆλλα χρηστός ἐστιν, φίλοις δὲ μοχθηροῖς ἐπιτρέπων τὰ πλεῖστα παρορᾷ καὶ πολλάκις ἀμελεῖ τῶν ἀναγκαίων διὰ τὸ λίαν φιλόθηρος εἶναι. τότε μὲν οὖν ἐσιώπησεν ἅμα δὲ ἡμέρᾳ τῶν δορυφόρων παραγενομένων ἐπὶ τὴν ἔπαυλιν φανερὸς γενόμενος, προσφερομένης τῆς πορφύρας αὐτῷ καὶ τοῦ διαδήματος, ἀλλὰ ἀφʼ ἧς, εἶπεν ἡμέρας ὑμᾶς ἀνείληφα, πρῶτον ἐχθὲς ἀληθινῶν λόγων ἤκουσα περὶ ἐμαυτοῦ.