Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Εὐμένης ἐπιβουλευθεὶς ὑπὸ Περσέως ἔδοξε τεθνάναι· τῆς δὲ φήμης εἰς Πέργαμον κομισθείσης, Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ περιθέμενος τὸ διάδημα καὶ τὴν γυναῖκα γήμας ἐβασίλευσε· πυθόμενος δὲ προσιόντα ζῶντα τὸν ἀδελφὸν ἀπήντησεν ὥσπερ εἰώθει μετὰ τῶν σωματοφυλάκων δοράτιον ἔχων· ὁ δὲ Εὐμένης φιλοφρόνως ἀσπασάμενος αὐτὸν καὶ πρὸς τὸ οὖς εἰπών,

μὴ σπεῦδε γῆμαι πρὶν τελευτήσαντʼ ἴδῃς,
οὐδὲν ἄλλο παρὰ πάντα τὸν βίον οὔτʼ εἶπεν ὕποπτον οὔτε ἐποίησεν, ἀλλὰ καὶ τελευτῶν ἐκείνῳ τὴν γυναῖκα καὶ τὴν βασιλείαν ἀπέλιπεν. ἀνθʼ ὧν ἐκεῖνος οὐδὲν ἐξ ἑαυτοῦ τέκνον ἔθρεψε, πολλῶν γενομένων, ἀλλὰ τῷ Εὐμένους υἱῷ τὴν βασιλείαν ἔτι ζῶν ἐνηλίκῳ γενομένῳ παρέδωκε.