Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί, εἶπεν, ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως ʼπεποίηκα.

πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν[*](κωμῳδιοποιὸν, the preferred form, Bernardakis: κωμῳδοποιὸν.) φίλον ὄντα καὶ συνήθη, τίνος σοι, εἶπε, τῶν ἐμῶν

μεταδῶ; κἀκεῖνος, οὗ βούλει, πλὴν τῶν ἀπορρήτων.

Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτήν, εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων, εἶπε, τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον;

Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.

Ἀντίοχος ὁ τρίτος ἔγραψε ταῖς πόλεσιν, ἂν τι γράψῃ παρὰ τοὺς νόμους κελεύων γενέσθαι, μὴ προσέχειν ὡς ἠγνοηκότι.