Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας

οἰμώξετε, εἶπεν, εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.

Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου, εἶπεν, ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.

Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον[*](τιμώμενον] γενόμενον Cobet.) εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἄν,, εἶπεν, ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.[*](μαστιγοῦσθαι] μεμαστιγῶσθαι Pantazides and S. A. Naber, but μαστιγοῦσθαι can be defended as an imperfect infinitive. )

νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ

ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;

ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν[*](λιποβοτανεῖν Bernardakis: λειποβοτανεῖν.) ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος;