Regum et imperatorum apophthegmata

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας· αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.

Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος δέ τινος, ἀλλʼ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος, εἰκότως, εἶπεν, ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.

τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.

θαυμαζόντων δὲ πάντων ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, πρότερον μὲν γάρ, εἶπε, δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.

πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον

πλειόνων παρόντων, πότε μέλλομεν ἀναζευγνύναι; τί δέδοικας; εἶπε, μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς[*](ἀκούσῃςMoralia, 506 d: ἀκούσῃ.);

σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;

νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν, οὐδέν, ἔφη, χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς ἡ νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.

Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος, οὐ ταῦτά μοι, ἔφη, σύνοιδεν ὁ λασανοφόρος.

εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι, ναὶ μὰ Δία, εἶπε, τοῖς τῶν βαρβάρων· ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.

Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν, εἶπεν, ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων εἰ μηδὲν ἀδικοῦμεν.

ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστίν, τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας

οἰμώξετε, εἶπεν, εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.

Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου, εἶπεν, ὦ Ἀριστόδημε, περιζώματος ὄζουσιν.

Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον[*](τιμώμενον] γενόμενον Cobet.) εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἄν,, εἶπεν, ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.[*](μαστιγοῦσθαι] μεμαστιγῶσθαι Pantazides and S. A. Naber, but μαστιγοῦσθαι can be defended as an imperfect infinitive. )

νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ

ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;