Conjugalia Praecepta

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.

ὁ ἥλιος τὸν βορέαν ἐνίκησεν. ὁ γὰρ ἄνθρωπος τοῦ μὲν ἀνέμου βιαζομένου τὸ ἱμάτιον ἀφελέσθαι καὶ λαμπρὸν καταπνέοντος μᾶλλον ἔσφιγγε καὶ συνεῖχε τὴν περιβολὴν τοῦ δʼ ἡλίου μετὰ τὸ

πνεῦμα θερμοῦ γενομένου θαλπόμενος εἶτα καυματιζόμενος καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαπεδύσατο. τοῦτο 0 ποιοῦσιν αἱ πλεῖσται γυναῖκες· ἀφαιρουμένοις τοῖς ἀνδράσι βίᾳ τὴν τρυφὴν καὶ τὴν πολυτέλειαν διαμάχονται καὶ χαλεπαίνουσιν· ἂν πείθωνται μετὰ λόγου, πράως ἀποτίθενται καὶ μετριάζουσιν.

ὁ Κάτων ἐξέβαλε τῆς βουλῆς τὸν φιλήσαντα τὴν ἑαυτοῦ γυναῖκα τῆς θυγατρὸς παρούσης. τοῦτο μὲν οὖν ἴσως σφοδρότερον εἰ δʼ αἰσχρόν ἐστιν, ὥσπερ ἐστίν, ἑτέρων παρόντων ἀσπάζεσθαι καὶ φιλεῖν καὶ περιβάλλειν ἀλλήλους, πῶς οὐκ αἴσχιον ἑτέρων παρόντων λοιδορεῖσθαι καὶ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς[*](καὶ τὰς Xylander: τὰς ) μὲν ἐντεύξεις καὶ φιλοφροσύνας ἀπορρήτους πρὸς τὴν γυναῖκα ποιεῖσθαι, νουθεσίᾳ δὲ καὶ μέμψει καὶ παρρησίᾳ χρῆσθαι φανερᾷ καὶ ἀναπεπταμένῃ;

ὥσπερ ἐσόπτρου κατεσκευασμένου χρυσῷ καὶ λίθοις ὄφελος οὐδέν ἐστιν, εἰ μὴ δείκνυσι τὴν μορφὴν ὁμοίαν, οὕτως οὐδὲ πλουσίας γαμετῆς ὄνησις, εἰ μὴ παρέχει τὸν βίον ὅμοιον τῷ ἀνδρὶ καὶ σύμφωνον τὸ ἦθος. εἰ χαίροντος μὲν εἰκόνα σκυθρωπὴν ἀποδίδωσι τὸ ἔσοπτρον, ἀχθομένου δὲ καὶ σκυθρωπάζοντας ἱλαρὰν καὶ σεσηρυῖαν, ἡμαρτημένον ἐστὶ καὶ φαῦλον. οὐκοῦν καὶ γυνὴ φαῦλος καὶ ἄκαιρος ἡ παίζειν μὲν ὡρμημένου καὶ φιλοφρονεῖσθαι τοῦ ἀνδρὸς ἐσκυθρωπακυῖα, σπουδάζοντος δὲ παίζουσα καὶ γελῶσα· τὸ μὲν γὰρ ἀηδίας, τὸ δʼ ὀλιγωρίας. δεῖ δέ, ὥσπερ οἱ γεωμέτραι λέγουσι τὰς

γραμμὰς καὶ τὰς ἐπιφανείας οὐ κινεῖσθαι καθʼ ἑαυτὰς ἀλλὰ συγκινεῖσθαι τοῖς σώμασιν, οὕτω τὴν γυναῖκα μηδὲν ἴδιον πάθος ἔχειν, ἀλλὰ κοινωνεῖν τῷ ἀνδρὶ καὶ σπουδῆς καὶ παιδιᾶς καὶ συννοίας καὶ γέλωτος.

οἱ τὰς γυναῖκας μὴ ἡδέως βλέποντες ἐσθιούσας μετʼ αὐτῶν διδάσκουσιν ἐμπίπλασθαι μόνας γενομένας. οὕτως οἱ μὴ συνόντες ἱλαρῶς ταῖς γυναιξὶ μηδὲ παιδιᾶς κοινωνοῦντες αὐταῖς καὶ γέλωτος ἰδίας ἡδονὰς χωρὶς αὐτῶν ζητεῖν διδάσκουσιν.