Consolatio ad Apollonium

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N, editor. Leipzig: Teubner, 1888.

καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος; καὶ διαφερόντως τά τε πρὸς θεοὺς καὶ τὰ πρὸς γονεῖς[*](καὶ πρὸς γονεῖς Stephanus) καὶ φίλους ὅσια καὶ δίκαια διαφυλάξαντος. τότε μὲν οὖν ὑπὸ τὸν τῆς τελευτῆς καιρὸν ἐντυγχάνειν σοι καὶ παρακαλεῖν ἀνθρωπίνως φέρειν τὸ συμβεβηκὸς ἀνοίκειον ἦν, παρειμένον τό τε σῶμα καὶ τὴν ψυχὴν ὑπὸ τῆς,· παραλόγου συμφορᾶς, καὶ συμπαθεῖν δʼ ἦν 10 ἀναγκαῖον οὐδὲ γὰρ οἱ βέλτιστοι τῶν ἰατρῶν πρὸς τὰς ἀθρόας τῶν ῥευμάτων ἐπιφορὰς εὐθὺς· προσφέρουσι τὰς διὰ τῶν φαρμάκων βοηθείας, ἀλλʼ ἐῶσι τὸ βαρῦνον τῆς φλεγμονῆς δίχα τῆς τῶν ἔξωθεν περιχρίστων ἐπιθέσεως αὐτὸ διʼ αὑτοῦ λαβεῖν πέψιν.

ἐπεὶ δὲ νῦν[*](ἐπεὶ δὲ νῦν R: ἐπειδὴ οὖν ) καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς

ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.
  1. ψυχῆς[*](ψυχῆς] Aesch. Prom. 379) γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι,
  2. ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην[*](Εὐριπίδην] Nauck. p. 524)
  1. ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ·
  2. λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
  3. ἄγαν δὲ μωραίνοντι νουθετήματα
πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν, ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γάρ φασὶ καὶ μανίαν γίγνεσθαι πολλοῖς[*](καὶ μανία γίγνεται πολλοῖσι Stobaeus Flor. XCIX 1)[*](Meinek. IV p. 43)
  1. καὶ νοσήματʼ οὐκ ἰάσιμα,
  2. αὑτούς τʼ ἀνῃρήκασι διὰ λύπην τινές

τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι τελευτήσαντος υἱοῦ φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφʼ ἡμῖν. οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς ὑμνοῦσι τὴν ἄγριον καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν· ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου[*](μετρίου Pflugkius: μέτρου ) παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ

ἀποδοκιμαστέον. μὴ γὰρ νοσοῖμεν φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ,[*](Κράντωρ] Mullach. 3 p. 146) νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτʼ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτʼ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτʼ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ· τεθηριῶσθαι γὰρ εἰκὸς ἐκεῖ μὲν σῶμα τοιοῦτον[*](τοιοῦτον] i. e. οἱον τεμνόμενον μὴ ἀλγεῖν) ἐνταῦθα δὲ ψυχήν.

οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές. εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι. τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως. τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο

  1. μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα,
  2. [*](Nauck. p. 524)
  3. ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
  4. μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν,
  5. ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν
  6. σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ
πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς
τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον. τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ[*](αὑτῷ H: αὐτῷ ) τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν. καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.
  1. οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ
  2. [*](Nauck. p. 447)
καὶ νὴ Δία·
  1. τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν
  2. [*](id. p. 697)

ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ[*](δὲ καὶ] δʼ H) ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας. εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι

  1. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,[*](Eurip. Iph. A. 29)
  2. Ἀγάμεμνον, Ἀτρεύς.
  3. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
  4. θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
  5. τὰ θεῶν οὕτω βουλόμενʼ[*](βουλόμεν Euripides: βουλομένων ) ἔσται
καὶ τὸ ὑπὸ Μενάνδρου[*](Μενάνδρου] Meinek. IV p. 227) ῥηθὲν
  1. εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
  2. ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε[*](τε Schaeferus: γε ) διατελεῖν
  3. πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
  4. καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
  5. ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σʼ[*](σʼ Grotius) ἐψευσμένος,
  6. ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
  7. ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
  8. τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
  9. οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
  10. τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
  11. οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
  12. ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
  13. καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
  14. φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
  15. ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
  16. σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας
  17. ἀγαθά, τὰ νυνὶ[*](τὰ νυνί Bentleius: τὰ νῦν ) τʼ[*](τʼ H: δʼ ) ἐστὶ μέτριά σοι κακά.
  18. ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν[*](ὄνaddidi) φέρε.
ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς.
ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς
  1. τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα
  2. [*](Bergk. 3 p. 740)
  3. ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα.

κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ

  1. οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι
  2. [*](Homer. M 326)
τὸ παράπαν ἀλλὰ
  1. Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις
  2. [*](Bergk. 1 p. 450)
  3. ἀνάγκαις
ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου[*](Εὐριπίδου] Phoen. 558)
  1. ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος
καὶ ὅτι
  1. μίκρʼ ἄττα[*](μίκρʼ ἄττα τὰscripsi:μικρότατα (ὡς μικρὰ τὰ Stobaeus Flor. CV 1. Nauck. p. 388)) τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα
  2. τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω
τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἄν ἔχου ἦν,[*](ἔχον ἦν H: εἶχεν ὄν ) εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου
  1. κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
  2. [*](Nauck. p. 387)
  3. γένει βροτῶν τε. τοῖς μὲν αὔξεται βίος,
  4. τῶν δὲ φθίνει τε κἀκθερίζεται πάλιν.
ὁ δὲ Πίνδαρος[*](Πίνδαρος] Pyth. VIII 135) ἐν ἄλλοις
  1. τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ
  2. ἄνθρωπος
ἐμφαντικῶς σφόδρα καὶ φιλοτέχνως ὑπερβολῇ χρησάμενος τὸν τῶν ἀνθρώπων βίον ἐδήλωσε. τί γὰρ σκιᾶς ἀσθενέστερον; τὸ δὲ ταύτης ὄναρ οὐδʼ ἂν ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δʼ ἑπόμενος καὶ ὁ Κράντωρ[*](Κράντωρ] Mullach. 3 p. 157) παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γʼ ἡμῶν εἰς τοῦτʼ ἀφῖκται διαφθορᾶς. ἥ τʼ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτʼ ἀπʼ ἀρχῆς ἠκολούθηκεν οὐδʼ ἐφʼ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα· τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ[*](δὲ H: τε ) καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵνʼ εἰδείημεν ὅτι καινὸν ἀτυχεῖν οὐδὲν[*](οὐδὲν ἀτυχεῖν R) ἀνθρώπῳ ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν. ἄσκοπος γὰρ ἡ τύχη φησὶν ὁ Θεόφραστος
καὶ δεινὴ παρελέσθαι τὰ προπεπονημένα καὶ μεταρρῖψαι τὴν δοκοῦσαν εὐημερίαν, οὐδένα καιρὸν ἔχουσα τακτόν ταῦτα δὲ καὶ ἄλλα τοιαῦτα καὶ καθʼ ἑαυτὸν ἑκάστῳ λογίσασθαι ῥᾴδιον, καὶ ἄλλων ἀκοῦσαι παλαιῶν καὶ σοφῶν ἀνδρῶν· ὧν πρῶτος μέν ἐστιν ὁ θεῖος Ὅμηρος, εἰπών
  1. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
  2. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  3. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ
  4. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,[*](τελέσωσι H ex Homer. ς 133)
  5. καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ
καὶ
  1. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
  2. [*](Hom. ς 136)
  3. οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε
καὶ ἐν ἄλλοις
  1. Τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
  2. [*](id. Z 145)
  3. οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.
  4. φύλλα τὰ μὲν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ
  5. θʼ ὕλη
  6. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη
  7. ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δʼ ἀπολήγει
ταύτῃ δʼ ὅτι καλῶς ἐχρήσατο τῇ εἰκόνι τοῦ ἀνθρωπείου βίου δῆλον ἐξ ὧν ἐν ἄλλῳ τόπῳ φησὶν οὕτω
  1. βροτῶν ἕνεκα πτολεμίζω[*](πτολεμίζω H: πτολεμίζειν )[*](id. Φ 463)
  2. δειλῶν, οἳ φύλλοισιν ἐοικότες, ἄλλοτε μέν τε
  3. ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες·,
  4. ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι, οὐδέ τις ἀλκὴ
Σιμωνίδης δʼ ὁ τῶν μελῶν ποιητής, Παυσανίου τοῦ βασιλέως τῶν Λακεδαιμονίων μεγαλαυχουμένου συνεχῶς ἐπὶ ταῖς αὑτοῦ πράξεσι καὶ κελεύοντος ἀπαγγεῖλαί τι αὐτῷ σοφὸν μετὰ χλευασμοῦ, συνεὶς αὐτοῦ τὴν ὑπερηφανίαν συνεβούλευε μεμνῆσθαι ὅτι ἄνθρωπός ἐστι· Φίλιππος δʼ ὁ τῶν Μακεδόνων βασιλεὺς τριῶν αὐτῷ προσαγγελθέντων εὐτυχημάτων ὑφʼ καιρόν, πρώτου μὲν ὅτι τεθρίππῳ νενίκηκεν Ὀλύμπια, δευτέρου δʼ ὅτι Παρμενίων ὁ στρατηγὸς μάχῃ Δαρδανεῖς ἐνίκησε, τρίτου δʼ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὦ δαῖμον εἶπε, μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα, εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δʼ ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ὦ τύχη εἶπεν, εἰς τίνα με καιρὸν ἄρα φυλάττεις; μετʼ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.

ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί

  1. ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα
  2. δʼ ἔμπης
  3. ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
  4. οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.[*](Homer. Ω 522)
  5. ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
  6. ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί.
  7. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
  8. δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
  9. ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
  10. ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ
  11. ἐσθλῷ·
  12. ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
  13. καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
  14. φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε
  1. ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα[*](Hesiod. OD 94)
  2. ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
  3. μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
  4. ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
  5. ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
  6. ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται.
  7. πλείη μὲν γὰρ γαῖα κακῶν,
  8. πλείη; δὲ θάλασσα.
  9. νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ
  10. αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
  11. σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.

ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς[*](ὁ κωμικός] Meinek. IV p. 23) ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει

  1. εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
  2. ἀεὶ[*](ἀεὶ Stobaeus Flor. CVIII 1: αἰεὶ ) θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
  3. ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον.
  4. νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει
  5. εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
  6. ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
  7. τί οὖν ποιεῖς πλέον;[*](ποιεῖς πλέον Meinekius: πλέον ποιοῦμεν ) οὐδέν· ἡ λύπη δʼ ἔχει
  8. ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.[*](τὸ δάκρυον Stobaeus: τὰ δάκρυα )
ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ
  1. δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων
  2. [*](Nauck. p. 366)
  3. καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
  4. παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ
  5. ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις
  6. ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται[*](ἐμμεμόχλευνται Bentleius: ἐκμεμόχθηνται ) βροτῶν,
  7. ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων,
  8. τοὺς τʼ ἐκ μέγιστον[*](μέγιστον Elmsleius: μεγίστης ) ὀλβίας τυραννίδος
  9. τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.

ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν. ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ

καὶ Ἀντίμαχος ὁ ποιητής. ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην. ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον[*](ἔλαττον R: ἐλάττονα ) τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.

ὁ δʼ Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 84) καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε

  1. ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
  2. ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν
τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών
  1. ὦ θάνατε παιὰν ἰατρὸς μόλοις
  2. [*](Nauck. p. 64)

λιμὴν γὰρ ὄντως Ἀίδας ἀνʼ αἶαν. μέγα γάρ ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν

  1. τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
  2. [*](id. p. 523)
καὶ
  1. ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς
  2. [*](id. p. 697)
τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ[*](δυσανιῶν καὶ] fort. δυσάνιον καὶ ** ut adiectivum suppleatur. cf. lin. 26 δυσαλγῆ ) ἐν τῷ τεθνάναι; τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι. τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν
τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται; πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν[*](ἢ οὐκ ἔστινaddidi) ὁ θάνατος; καί, φησιν Ἡράκλειτος,[*](Ἡράκλειτος] Mullach. 1 p. 321) ταὐτὸ[*](ταύτῷ) γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ[*](τὸetτὸ del. R facile sane) καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς[*](συνεχεῖς αὐτοῖς] συγχέασʼ αὐτοὶς Sauppius) ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει. καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει. καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς[*](ἐπαγωγοὺς Emperius: ἐπαγωγὰς ) ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως. διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες. ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ· εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.

οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον. εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν. ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν. ὁ γοῦν Σιμωνίδης[*](Σιμωνίδης] Bergk. 3 p. 407)

  1. ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι
  2. δὲ μεληδόνες,
  3. αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
  4. ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
  5. κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ
  6. ὅστις τε κακός.
Πίνδαρος[*](Πίνδαρος] Pyth. III 81) δὲ
  1. ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται[*](δαίονται Pindarus: δαίνυνται ) βροτοῖς.
  2. ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν
Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 248) δέ
  1. σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
  2. εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
Εὐριπίδης[*](Εὐριπίδης] Alc. 780) δὲ
  1. τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν;
  2. δοκῶ μὲν οὔ πόθεν γάρ; ἀλλʼ ἄκουέ μου.
  3. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
  4. κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
  5. τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
  6. τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.
τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;

ὁ δὲ Σωκράτης[*](Σωκράτης] Plat. Apol. p. 40 c) παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατʼ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθʼ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλον ὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γʼ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος[*](Ὅμηρος] ν 80) ἐπʼ αὐτοῦ λέγων

  1. νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς
ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει
  1. ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο
  2. [*](Homer. Ξ 231)
καὶ
  1. Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,
  2. [*](id. Π 672. 682)
ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα
τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι χάλκεον[*](χάλκεον] Homer. Λ 241) ὕπνον, τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια· προμύησις γὰρ ὄντως ἐστὶ τοῦ θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, οὐδέν ἔφη· ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει[*](προλαμβάνει Doehnerus: προλαμβάνει ὁ ὕπνος τὸν θάνατον )

εἴ γε μὴν ἀποδημίᾳ προσέοικεν ὁ θάνατος, οὐδʼ οὕτως ἐστὶ κακόν μήποτε δὲ καὶ τοὐναντίον ἀγαθόν.[*](ἀγαθόν τοι? τὸ γὰρ ἀδούλωτον τῇ Duebnerus: τοῦτο γὰρ δεδούλωται ) τὸ γὰρ ἀδούλωτον τῇ σαρκὶ καὶ τοῖς ταύτης πάθεσι διάγειν, ὑφʼ ὧν κατασπώμενος ὁ νοῦς τῆς θνητῆς ἀναπίμπλαται φλυαρίας, εὔδαιμόν τι καὶ μακάριον. μυρίας μὲν γὰρ ἡμῖν φησὶν ὁ Πλάτων[*](Πλάτων] Phaed. p. 66 b) ἀσχολίας παρέχει τὸ σῶμα διὰ τὴν ἀναγκαίαν τροφὴν ἔτι δʼ ἐάν τινες νόσοι προσπέσωσιν, ἐμποδίζουσιν ἡμῖν τὴν τοῦ ὄντος θήραν, ἐρώτων δὲ καὶ ἐπιθυμιῶν καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς, ὥστε τὸ λεγόμενον ὡς ἀληθῶς τῷ ὄντι ὑπʼ αὐτοῦ οὐδὲ φρονῆσαι ἡμῖν ἐγγίγνεται οὐδέποτʼ οὐδέν. καὶ γὰρ πολέμους καὶ στάσεις καὶ μάχας οὐδὲν ἄλλο παρέχει ἢ τὸ σῶμα καὶ αἱ[*](αἱ Plato: αἱ ἀπὸ ) τούτου ἐπιθυμίαι· διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίγνονται· τὰ δὲ

χρήματα ἀναγκαζόμεθα κτᾶσθαι διὰ τὸ σῶμα, δουλεύοντες τῇ τούτου θεραπείᾳ· καὶ ἐκ τούτου ἀσχολίαν ἄγομεν φιλοσοφίας πέρι διὰ ταῦτα πάντα. τὸ δʼ ἔσχατον πάντων, ὅτι ἐάν τις ἡμῖν καὶ σχολὴ γένηται ἀπʼ αὐτοῦ καὶ τραπώμεθα πρὸς τὸ σκοπεῖν τι, ἐν ταῖς ζητήσεσι πανταχοῦ παραπῖπτον θόρυβον παρέχει καὶ ταραχὴν καὶ ἐκπλήττει, ὥστε μὴ δύνασθαι ὑπʼ αὐτοῦ καθορᾶν τἀληθές, ἀλλὰ τῷ ὄντι ἡμῖν δέδεικται ὅτι εἰ μέλλομέν ποτε καθαρῶς τι εἴσεσθαι, ἀπαλλακτέον αὐτοῦ καὶ αὐτῇ τῇ ψυχῇ θεατέον αὐτὰ τὰ πράγματα· καὶ τότε, ὡς ἔοικεν, ἡμῖν ἔσται οὗ ἐπιθυμοῦμεν καὶ οὗ φαμεν ἐρᾶν (ἔστι δὲ φρόνησις), ἐπειδὰν τελευτήσωμεν, ὡς ὁ λόγος σημαίνει, ζῶσι δʼ οὔ. εἰ γὰρ μὴ οἷόν τε μετὰ τοῦ σώματος μηδὲν καθαρῶς γνῶναι, δυοῖν θάτερον, ἢ οὐδαμοῦ ἔστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασι τότε γὰρ αὐτὴ καθʼ αὑτὴν ἔσται ἡ ψυχὴ χωρὶς τοῦ σώματος, πρότερον δʼ οὔ. καὶ ἐν ᾧ ἂν ζῶμεν, οὕτως, ὡς ἔοικεν, ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι, ἐὰν ὅτι μάλιστα μηδὲν ὁμιλῶμεν τῷ σώματι μηδὲ κοινωνῶμεν, ὅτι μὴ πᾶσα ἀνάγκη, μηδὲ ἀναπιμπλώμεθα τῆς τούτου φύσεως, ἀλλὰ καθαρεύωμεν ἀπʼ αὐτοῦ, ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ ἡμᾶς. καὶ οὕτω μὲν ἀπαλλαττόμενοι τῆς τοῦ σώματος ἀφροσύνης, ὡς τὸ εἰκός, μετὰ τοιούτων ἐσόμεθα, διʼ ἡμῶν αὐτῶν πᾶν τὸ εἰλικρινὲς ὁρῶντες· τοῦτο δʼ ἐστὶ τὸ ἀληθές. μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. ὥστʼ εἰ καὶ προσέοικε μετάγειν εἰς ἕτερον τόπον ὁ θάνατος, οὐκ ἔστι κακόν· μήποτε γὰρ καὶ τῶν ἀγαθῶν
ἀναφαίνηται, καθάπερ ἀπέδειξεν ὁ Πλάτων. διὸ καὶ πάνυ δαιμονίως ὁ Σωκράτης[*](Σωκράτης] Plat. Apol. p. 29 a) πρὸς τοὺς δικαστὰς τοιαῦτʼ ἔφη τὸ γὰρ δεδιέναι, ὦ ἄνδρες, τὸν θάνατον οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς; τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ μέγιστον πάντων ὄν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστιν. οὐκ ἀπᾴδειν δʼ ἔοικε τούτων οὐδʼ ὁ εἰπών
  1. μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων,
  2. [*](Nauck. p. 697)
ἀλλὰ καὶ κακῶν τῶν μεγίστων.

λέγεται δὲ τούτοις μαρτυρεῖν καὶ τὸ θεῖον. πολλοὺς γὰρ παρειλήφαμεν διʼ εὐσέβειαν παρὰ θεῶν ταύτης τυχόντας τῆς δωρεᾶς. ὧν τοὺς μὲν ἄλλους φειδόμενος τῆς συμμετρίας τοῦ συγγράμματος παραλείψω μνησθήσομαι δὲ τῶν ὄντων ἐμφανεστάτων καὶ πᾶσι διὰ στόματος. πρῶτα δή σοι τὰ περὶ Κλέοβιν καὶ Βίτωνα τοὺς Ἀργείους νεανίσκους διηγήσομαι. φασὶ γὰρ τῆς μητρὸς αὐτῶν ἱερείας οὔσης τῆς Ἥρας ἐπειδὴ τῆς εἰς τὸν νεὼν ἀναβάσεως ἧκεν καιρός, τῶν ἑλκόντων τὴν ἀπήνην ὀρέων ὑστερησάντων καὶ τῆς ὥρας ἐπειγούσης, τούτους· ὑποδύντας ὑπὸ τὴν ἀπήνην ἀγαγεῖν εἰς τὸ ἱερὸν τὴν μητέρα, τὴν δʼ ὑπερησθεῖσαν τῇ τῶν υἱῶν εὐσεβείᾳ κατεύξασθαι τὸ κράτιστον αὐτοῖς; παρὰ τῆς θεοῦ δοθῆναι τῶν ἐν ἀνθρώποις, τοὺς δὲ κατακοιμηθέντας μηκέτʼ ἀναστῆναι, τῆς θεοῦ τὸν θάνατον αὐτοῖς τῆς

εὐσεβείας ἀμοιβὴν δωρησαμένης. καὶ περὶ Ἀγαμήδους δὲ καὶ Τροφωνίου φησὶ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 374) τὸν νεὼν τὸν ἐν Δελφοῖς οἰκοδομήσαντας αἰτεῖν παρὰ τοῦ Ἀπόλλωνος μισθόν, τὸν δʼ αὐτοῖς ἐπαγγείλασθαι εἰς ἑβδόμην ἡμέραν ἀποδώσειν, ἐν τοσούτῳ δʼ εὐωχεῖσθαι παρακελεύσασθαι· τοὺς δὲ ποιήσαντας τὸ προσταχθὲν τῇ ἑβδόμῃ νυκτὶ κατακοιμηθέντας τελευτῆσαι. λέγεται δὲ καὶ αὐτῷ Πινδάρῳ ἐπισκήψαντι τοῖς παρὰ τῶν Βοιωτῶν πεμφθεῖσιν εἰς θεοῦ πυθέσθαι τί ἄριστόν ἐστιν ἀνθρώποις ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδʼ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν· εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετʼ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δʼ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς[*](πατρὸςscripsi: πατρὸς καὶ, quae del. H) Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δʼ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ. τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτʼ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπʼ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. ἀποροῦντα δʼ ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον , προθυσάμενον δʼ ὡς νόμος ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ ἰδόντα δὲ διεξέρχεσθαι πρὸς αὐτὸν περὶ
τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. καὶ τὸν ἐπὶ τούτῳ φάναι ἥκω. ἀλλὰ δέξαι παρὰ τοῦδʼ ἅ σοι φέρει, ἐκ γὰρ τούτων ἅπαντʼ εἴσῃ ὧν πέρι λυπῇ εἶναι δʼ ὃν ἐσήμηνε νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. ἐρέσθαι οὖν ὅστις εἴη. καὶ τὸν φάναι δαίμων τοῦ υἱέος σου, καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα
  1. ἧ που[*](ἧ που Iunius: ἤρου ) νηπιέῃσιν ἀλύουσιν[*](νηπιέῃσιν ἀλύουσιν H: ϝήπιε ἠλύσιε ) φρένες ἀνδρῶν.
  2. Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ.
  3. οὐκ ἦν γὰρ[*](οὐκ ἦν γὰρ] οὐ γὰρ ἔην H οὐδὲ Turnebus: οὔτε ) ζώειν καλὸν αὐτῷ οὐδὲ γονεῦσι.
Τοιαῦτα δή σοι καὶ τὰ τῶν διηγημάτων τῶν παρὰ τοῖς ἀρχαίοις ἀναγεγραμμένων.

εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ[*](ὥσπερ γὰρ - οὕτως οὐδὲ κακόν del. H) οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς

γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς
  1. ἄλγος[*](ἄλγος] Nauck. p. 64) γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ.
  2. τὸ[*](τὸ] Eurip. Troad. 636) γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω.
ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν. ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι[*](μὴ γενέσθαι W: ἢ μὴ γενέσθαι ) ἢ γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω κατεσκευάσθη χρόνον. εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ[*](γὰρ] δʼ coni. H) τὸ τοῦ Ἀρκεσιλάου. τοῦτο φησὶ τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ. τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος[*](Ἐπιχαρμος] Mullach. 1 p. 145) συνεκρίθη φησὶ καὶ διεκρίθη καὶ ἀπῆνθεν ὅθεν ἦνθε[*](ἀπῆνθεν - ἦνθε Scaliger: ἀπῆλθεν - ἦλθε ) πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν. ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ[*](Εὐριπίδῃ] Nauck. p. 396) περὶ τοῦ Ἡρακλέους λέγων
  1. εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός
  2. ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι
τοῦτο μεταποιήσας εἴποις ἄν
  1. εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός
  2. ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι
γενναῖον δὲ καὶ τὸ Λακωνικὸν
  1. νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον,[*](ἐθάλεον L. Dindorfius: ἐθάλλεον cf. Bergk. 3 p. 662) αὐτίκα δʼ
  2. ἄλλοι,
  3. ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα
καὶ πάλιν
  1. οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ
  2. [*](Bergk. 3 p. 516)
  3. θνῄσκειν,
  4. ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι
πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης[*](Εὐριπίδης] Suppl. 1109) ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ
  1. μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
  2. βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
  3. παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν.
  4. οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
  5. θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα
  1. τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν,
  2. [*](Nauck. p. 396)
  3. οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι
  4. τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον
τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε
  1. ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας
  2. [*](Bergk. 3 p. 739)
  3. μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν[*](βαθὺν W)
  4. ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας;
  5. ἅπαντες ᾍδαν[*](ᾍδανidem:αἶδαν) ἦλθον[*](ἅπαντʼ ἐς — ἦλθε Bergkius) καὶ Λάθας δόμους,
τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.

νὴ Δίʼ ἀλλὰ τοὺς πολλοὺς κινεῖ πρὸς τὰ πένθη καὶ τοὺς θρήνους ὁ ἄωρος θάνατος ἀλλὰ καὶ οὗτος οὕτως ἐστὶν εὐπαραμύθητος, ὥστε καὶ ὑπὸ τῶν τυχόντων ποιητῶν συνεωρᾶσθαι καὶ τετυχηκέναι παραμυθίας. θέασαι γὰρ· οἷα περὶ τούτου φησὶ τῶν κωμικῶν τις πρὸς τὸν ἐπὶ τῷ ἀώρῳ λυπούμενον θανάτῳ

  1. εἶτʼ εἰ μὲν ᾔδεις ὅττι[*](ὅττι] διότι Iacobi) τοῦτον τὸν βίον,
  2. [*](Meinek. IV p. 669 V p. CCCXLVII)
  3. ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,
  4. ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δʼ ἤνεγκεν αὖ[*](αὖ H)
  5. οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως
  6. ὁ θάνατος[*](ὁ θάνατος Meziriacus) αὐτὸς σοῦ γέγονεν εὐνούστερος
ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡς ἀπολωλεκότας πάνθʼ ὅσων ᾠήθημεν τεύξεσθαι παρʼ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως
  1. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν.
  2. [*](Nauck. p. 468)
  3. θάπτει τε τέκνα χἄτερʼ αὖ κτᾶται νέα,
  4. αὐτός τε θνήσκει· καὶ τάδʼ ἄχθονται βροτοὶ
  5. εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δʼ[*](γῆν ἀναγκαίως δʼ Grotius: τὴν δʼ ἀναγκαίως ) ἔχει
  6. βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
  7. καὶ τὸν μὲν εἶναι τὸν δὲ μή. τί ταῦτα δεῖ
  8. στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
  9. δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς

καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν[*](αὑτὸνscripsi: αὐτὸν) καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον

  1. ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  2. [*](Homer. o 245)
  3. παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν
τὴν γὰρ εὐκαιρίαν μᾶλλον, οὐ τὴν εὐγηρίαν πανταχῆ θεωροῦμεν πρωτεύουσαν. καὶ γὰρ φυτῶν ἄριστα τὰ πλείστας καρπῶν ἐν βραχεῖ φορὰς[*](πλείστας - φορὰς] πλείστην - φορὰν H) ποιούμενα, καὶ ζῴων ἀφʼ ὧν ἐν οὐ πολλῷ χρόνῳ πολλὴν πρὸς
τὸν βίον ὠφέλειαν ἔχομεν. τό τε πολὺ δήπουθεν ἢ μικρὸν οὐδὲν διαφέρειν δοκεῖ πρὸς τὸν ἄπειρον ἀφορῶσιν αἰῶνα. τὰ γὰρ χίλια καὶ τὰ μύρια κατὰ Σιμωνίδην ἔτη στιγμὴ τίς ἐστιν ἀόριστος, μᾶλλον δὲ μόριόν τι βραχύτατον στιγμῆς. ἐπεὶ καὶ τῶν ζῴων ἐκείνων, ἅπερ ἱστοροῦσι περὶ τὸν Πόντον γιγνόμενα τὴν ζωὴν ἔχειν ἡμερησίαν, ἕωθεν μὲν γεννώμενα, μέσης δʼ ἡμέρας ἀκμάζοντα, δείλης δὲ γηρῶντα καὶ τελειοῦντα τὸ ζῆν, οὐχὶ κἀκείνων ἦν ἂν τὸ καθʼ ἡμᾶς πάθος τοῦτο, εἴπερ ψυχή τις ἀνθρωπίνη καὶ λογισμὸς ἑκάστοις ἐνῆν, καὶ ταὐτὰ δήπου γʼ ἂν συνέπιπτεν, ὥστε τὰ πρὸ μέσης τῆς ἡμέρας ἐκλείποντα θρήνους παρέχειν καὶ δάκρυα; τὰ δὲ διημερεύσαντα πάντως ἂν[*](πάντως ἂν] πάντως H) εὐδαιμονίζεσθαι; μέτρον γὰρ τοῦ βίου τὸ καλόν, οὐ τὸ τοῦ χρόνου μῆκος,

ματαίους γὰρ καὶ πολλῆς εὐηθείας ἡγητέον εἶναι τὰς τοιαύτας ἐκφωνήσεις ἀλλʼ οὐκ ἔδει νέον ὄντα ἀναρπαγῆναι. τίς γὰρ ἂν εἴποι ὡς ἔδει; πολλὰ δὲ καὶ ἄλλα ἐφʼ ὧν ἄν τις εἴποι ὡς οὐκ ἔδει πραχθῆναι πέπρακται καὶ πράττεται καὶ πραχθήσεται πολλάκις. οὐ γὰρ νομοθετήσοντες πάρεσμεν εἰς τὸν βίον, ἀλλὰ πεισόμενοι τοῖς διατεταγμένοις ὑπὸ τῶν τὰ ὅλα πρυτανευόντων θεῶν καὶ τοῖς τῆς εἱμαρμένης καὶ προνοίας θεσμοῖς.

τί δʼ; οἱ πενθοῦντες τοὺς οὕτως ἀποθανόντας ἑαυτῶν ἕνεκα πενθοῦσιν ἢ τῶν κατοιχομένων; εἰ μὲν οὖν ἑαυτῶν, ὅτι τῆς ἀπὸ τῶν τεθνεώτων

ἡδονῆς ἢ χρείας ἢ γηροβοσκίας ἐστερήθησαν, φίλαυτος ἡ τῆς λύπης πρόφασις· οὐ γὰρ ἐκείνους ποθοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῶν ὠφελείας φανήσονται. εἰ δὲ τῶν τεθνεώτων ἕνεκα πενθοῦσιν, ἐπιστήσαντες ὅτι ἐν οὐδενὶ κακῷ τυγχάνουσιν ὄντες, ἀπαλλαγήσονται τῆς λύπης, ἀρχαίῳ καὶ σοφῷ πεισθέντες λόγῳ τῷ παραινοῦντι τὰ μὲν ἀγαθὰ ποιεῖν ὡς μέγιστα, τὰ δὲ κακὰ συστέλλειν καὶ ταπεινοῦν. εἰ μὲν οὖν τὸ πένθος ἐστὶν ἀγαθόν, δεῖ ποιεῖν αὐτὸ ὡς πλεῖστον καὶ μέγιστον· εἰ δʼ, ὥσπερ ἡ ἀλήθεια ἔχει, κακὸν αὐτὸ ὁμολογοῦμεν εἶναι, συστέλλειν καὶ ποιεῖν ὡς; ἐλάχιστον καὶ ἐξαλείφειν εἰς τὸ δυνατόν. ὡς δὲ τοῦτο ῥᾴδιον, καταφανὲς ἐκ τῆς τοιαύτης παραμυθίας. φασὶ γάρ τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν πενθοῦσαν τὸν υἱὸν τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμάς, οὐκ ἔτυχε παρὸν τὸ Πένθος, ἤδη δὲ νενεμημένων ἦλθεν ὕστερον. τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν δοθῆναι, ἀποροῦντα διὰ τὸ ἤδη κατηναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ Πένθος ἐὰν μὲν οὖν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε καὶ ἀεὶ τί σοι παρέσται τοιοῦτον ἐφʼ ᾧ τιμηθήσεται συνεχῶς ὑπὸ σοῦ. θαυμασίως δὴ
φαίνεται τῷ λόγῳ πείσας οὗτος παρελέσθαι τῆς ἀνθρώπου τὸ πένθος καὶ τοὺς θρήνους.

τὸ δʼ ὅλον εἴποι τις ἂν πρὸς τὸν πενθοῦντα πότερα παύσῃ ποτὲ δυσφορῶν ἢ ἀεὶ δεῖν οἰήσῃ λυπεῖσθαι καὶ παρʼ ὅλον τὸν βίον; εἰ μὲν γὰρ ἀεὶ μενεῖς ἐπὶ τῇ δυσπαθείᾳ ταύτῃ, τελείαν ἀθλιότητα σεαυτῷ παρέξεις καὶ πικροτάτην κακοδαιμονίαν διὰ ψυχῆς ἀγέννειαν καὶ μαλακίαν εἰ δὲ μεταθήσῃ ποτέ, τί οὐκ ἤδη μετατίθεσαι καὶ σεαυτὸν ἀνέλκεις ἐκ τῆς ἀτυχίας; οἷς γὰρ λόγοις τοῦ χρόνου προϊόντος χρησάμενος ἀπολυθήσῃ, τούτοις νῦν προσσχὼν ἀπαλλάγηθι τῆς κακουχίας· καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθημάτων ἡ ταχίστη τῆς ἀπαλλαγῆς ὁδὸς ἀμείνων. ὃ οὖν μέλλεις τῷ χρόνῳ χαρίζεσθαι, τοῦτο τῷ λόγῳ χάρισαι καὶ τῇ παιδείᾳ, καὶ σεαυτὸν ἔκλυσαι τῶν κακῶν.