Otho

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ νοσήμασιν ἀνηκέστοις σώματος, αὐτάς τε τὰς ἀνοσίους καὶ ἀρρήτους ἐν γυναιξὶ πόρναις καὶ ἀκαθάρτοις ἐγκυλινδήσεις, αἷς ἔτι προσέσπαιρε δυσθανατοῦντος αὐτοῦ τὸ ἀκόλαστον ἐπιδραττόμενον, ἐσχάτην τιμωρίαν ἐποιοῦντο καὶ πολλῶν ἀντάξια θανάτων οἱ σωφρονοῦντες. ἠνία δὲ τοὺς πολλοὺς ὅμως τόν ἥλιον ὁρῶν μετὰ τοσούτους καὶ τοιούτους διʼ αὐτὸν οὐχ ὁρῶντας.

ἔπεμψεν οὖν ἐπʼ αὐτὸν ὁ Ὄθων εἰς τοὺς περὶ Σινόεσσαν ἀγρούς· ἐκεῖ γὰρ διῃτᾶτο, πλοίων παρορμούντων, ὡς φευξόμενος ἀπωτέρω. καὶ τόν γε πεμφθέντα χρυσίῳ πολλῷ πείθειν ἐπεχείρησε παρεῖναι· μὴ πεισθέντι δὲ δῶρα μὲν ἔδωκεν οὐδὲν ἧττον, ἐδεήθη δὲ ὑπομεῖναι ἕως ἂν ἀποξύρηται τό γένειον· καὶ λαβὼν αὐτὸς ἑαυτὸν ἐλαιμοτόμησεν.

οὕτω δὲ τῷ δήμῳ τὴν δικαιοτάτην ἡδονὴν ἀποδοὺς ὁ Καῖσαρ, αὐτὸς ἰδίας ἔχθρας οὐδενὶ τοπαράπαν ἐμνησικάκησε, τοῖς δὲ πολλοῖς χαριζόμενος οὐκ ἔφευγε τὸ πρῶτον ἐν τοῖς θεάτροις Νέρων προσαγορεύεσθαι· καί τινων εἰκόνας

p.280
Νέρωνος εἰς τοὐμφανὲς προθεμένων οὐκ ἐκώλυσε.

Κλούβιος δὲ Ῥοῦφος εἰς Ἰβηρίαν φησὶ κομισθῆναι διπλώματα, οἷς ἐκπέμπουσι τοὺς γραμματηφόρους, τὸ τοῦ Νέρωνος θετὸν ὄνομα προσγεγραμμένον ἔχοντα τῷ τοῦ Ὄθωνος. οὐ μὴν ἀλλὰ τοὺς πρώτους καί κρατίστους αἰσθόμενος ἐπὶ τούτῳ δυσχεραίνοντας ἐπαύσατο. τοιαύτην δὲ τῆς ἡγεμονίας κατάστασιν αὐτῷ λαμβανούσης, οἱ μισθοφόροι χαλεποὺς παρεῖχον ἑαυτούς, ἀπιστεῖν παρακελευόμενοι καί φυλάττεσθαι καί κολούειν τοὺς ἀξιολόγους, εἴτʼ ἀληθῶς φοβούμενοι διʼ εὔνοιαν, εἴτε προφάσει χρώμενοι ταύτῃ τοῦ ταράττειν καί πολεμοποιεῖν.

Κρισπῖνον δὲ πέμψαντος αὐτοῦ τὴν ἑπτακαιδεκάτην σπεῖραν Ὠστίας ἀπάξοντα, κἀκείνου νυκτὸς ἔτι συσκευαζομένου καί τὰ ὅπλα ταῖς ἁμάξαις ἐπιτιθέντος, οἱ θρασύτατοι πάντες ἐβόων οὐδὲν ὑγιὲς τὸν Κρισπῖνον ἥκειν διανοούμενον, ἀλλὰ τὴν σύγκλητον ἐπιχειρεῖν πράγμασι νεωτέροις, καὶ τὰ ὅπλα κατὰ Καίσαρος, οὐ Καίσαρι παρακομίζεσθαι.