Galba
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἦν δὲ θέρος ἤδη, καὶ βραχὺ πρὸ δείλης ἧκεν ἀπὸ Ῥώμης Ἴκελος ἀνὴρ ἀπελεύθερος ἑβδομαῖος. πυθόμενος δὲ τὸν Γάλβαν ἀναπαύεσθαι καθʼ ἑαυτὸν ἐβάδιζε συντόνως ἐπὶ τὸ δωμάτιον αὐτοῦ, καὶ βίᾳ τῶν θαλαμηπόλων ἀνοίξας καὶ παρελθὼν ἀπήγγειλεν ὅτι καὶ ζῶντος ἔτι τοῦ Νέρωνος,
οὐκ ὄντος δὲ φανεροῦ, τὸ στράτευμα πρῶτον, εἶτα ὁ δῆμος καὶ ἡ σύγκλητος αὐτοκράτορα τὸν Γάλβαν ἀναγορεύσειεν, ὀλίγον δὲ ὕστερον ἀπαγγελθείη τεθνηκὼς ἐκεῖνος· οὐ μὴν αὐτός γε πιστεύσας ἔφη τοῖς ἀπαγγέλλουσιν, ἀλλὰ ἐπελθὼν τῷ νεκρῷ καὶ κείμενον θεασάμενος, οὕτως ἐξελθεῖν.
ταῦτα ἀπαγγελλόμενα λαμπρὸν ἦρε τὸν Γάλβαν, καὶ συνέδραμε πλῆθος ἀνδρῶν ἐπὶ θύρας ἐκτεθαρρηκότων