Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ γὰρ ἀποκλεῖσαι τὸν Νέρωνα λέγεται μὴ παρόντος τοῦ Ὄθωνος, εἴτε τῆς ἡδονῆς ἀφαιροῦσα τὸ πλήσμιον, εἴτε, ὥς φασιν ἔνιοι, βαρυνομένη

p.248
τὸν Καίσαρος γάμον, ἐραστῇ δὲ μὴ φεύγουσα χρῆσθαι διὰ τὸ φιλακόλαστον. ἐκινδύνευσεν οὖν ὁ Ὄθων ἀποθανεῖν· καὶ παράλογον ἦν ὅτι τήν γυναῖκα καὶ ἀδελφὴν ἀποκτείνας διὰ τὸν Ποππαίας γάμον ἐφείσατο τοῦ Ὄθωνος.

Σενέκαν δὲ εἶχεν εὔνουν κἀκείνου τὸν Νέρωνα πείσαντος καὶ παραινέσαντος ἐξεπέμφθη Λυσιτανῶν στρατηγὸς ἐπὶ τὸν Ὠκεανόν. καὶ παρέσχεν ἑαυτὸν οὐκ ἄχαριν οὐδὲ ἐπαχθῆ τοῖς ὑπηκόοις, εἰδὼς φυγῆς ὑποκόρισμα καὶ παρακάλυμμα τὴν ἀρχὴν αὐτῷ δεδομένην.

ἀποστάντος δὲ Γάλβα πρῶτος αὐτῷ[*](αὐτῷ Coraës and Bekker, after Du Soul: αὐτός.) προσεχώρησε τῶν ἡγεμόνων, καὶ φέρων ὅσον εἶχεν ἐν ἐκπώμασι καὶ τραπέζαις ἄργυρον καὶ χρυσὸν ἔδωκε κατακόψαι ποιουμένῳ νόμισμα, καὶ τῶν οἰκετῶν ἐδωρήσατο

paris.1624.1062
τοὺς εἰθισμένους περὶ δίαιταν ἡγεμόνι ἐμμελῶς ὑπουργεῖν. καὶ τὰ ἄλλα πιστὸς ἦν αὐτῷ, καὶ διδοὺς πεῖραν οὐδενὸς ἧττον ἐδόκει πραγμάτων ἔμπειρος εἶναι· καὶ βαδίζοντι τὴν ὁδὸν ἅπασαν ἐφʼ ἡμέρας πολλὰς συνοχούμενος διετέλεσεν.

ἐν δὲ τῇ συνοδίᾳ καὶ τῇ συνηθείᾳ τὸν Οὐίνιον ἐξεθεράπευσεν ὁμιλίᾳ καὶ δώροις, μάλιστα δὲ τῶν πρωτείων ὑφιέμενος αὐτῷ τό γε μετʼ ἐκεῖνον δύνασθαι διʼ ἐκεῖνον εἶχε βεβαίως, τῷ δὲ ἀνεπιφθόνῳ περιῆν, προῖκα συμπράττων πάντα τοῖς δεομένοις, καὶ παρέχων ἑαυτὸν εὐπροσήγορον καὶ φιλάνθρωπον ἅπασι. πλεῖστα δὲ τοῖς στρατιωτικοῖς συνελάμβανε καὶ προῆγε πολλοὺς ἐφʼ

p.250
ἡγεμονίας, τὰ μὲν αἰτούμενος ἀπὸ τοῦ αὐτοκράτορος,