Galba
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλʼ ὅσον
ἀλλὰ τὸ μὲν[*](τὸ μὲν Coraës and Bekker have τῶν μὲν, the correction of Reiske.) ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα, καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐΐνδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν.
αὑτὸν δὲ τὸν Φλάκκον ὑπὸ συντόνου ποδάγρας ἀδύνατον ὄντα τῷ σώματι καὶ πραγμάτων ἄπειρον ἐν οὐδενὶ λόγῳ τὸ παράπαν ἐποιοῦντο. καί ποτε θέας οὔσης, καί τῶν χιλιάρχων καί λοχαγῶν τὸ Ῥωμαίοις σύνηθες εὐτυχίαν ἐπευχομένων τῷ αὐτοκράτορι Γάλβᾳ, διεθορύβησαν οἱ πολλοὶ τὸ πρῶτον, εἶτα ταῖς εὐχαῖς ἐπιμενόντων ἐκείνων ἀντεφώνουν εἰ ἄξιος.