Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλʼ ὅσον

p.244
Νέρων ἔδωκεν, ἀποδώσοντος. ἐπεὶ δὲ μεμφομένους ἀκούσας ἀφῆκε φωνὴν ἡγεμόνι μεγάλῳ πρέπουσαν, εἰπὼν εἰωθέναι καταλέγειν στρατιώτας, οὐκ ἀγοράζειν, πυθομένοις τοῦτο δεινὸν εἰσῆλθε
paris.1624.1061
μῖσος καί ἄγριον πρὸς αὐτόν, ἐδόκει γὰρ οὐκ αὐτὸς ἀποστερεῖν μόνος, ἀλλὰ νομοθετεῖν καί διδάσκειν τοὺς μεθʼ αὑτὸν αὐτοκράτορας.

ἀλλὰ τὸ μὲν[*](τὸ μὲν Coraës and Bekker have τῶν μὲν, the correction of Reiske.) ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα, καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐΐνδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν.