Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ πρεσβύτης ἠδικεῖτο τὰ μὲν πρῶτα τοῦ Οὐινίου κακῶς διοικοῦντος, ἃ δὲ αὐτὸς ὀρθῶς προῃρεῖτο διαβάλλοντος ἢ κωλύοντος· οἷον ἦν τὸ περὶ τὰς κολάσεις τῶν Νερωνιανῶν.

ἀπέκτεινε γὰρ τοὺς πονηρούς, ἐν οἷς ἦν ὁ Ἥλιος καὶ Πολύκλειτος καὶ Πετῖνος καὶ Πατρόβιος. ὁ δὲ δῆμος ἐκρότει, καὶ διʼ ἀγορᾶς αὐτῶν ἀγομένων ἐβόα καλὴν μὲν εἶναι καὶ θεοφιλῆ πομπήν, ἀπαιτεῖν δὲ καὶ θεοὺς καὶ ἀνθρώπους τὸν διδάσκαλον καὶ παιδαγωγὸν τῆς τυραννίδος Τιγελλῖνον. ἐφθάκει δὲ ὁ γενναῖος προειληφὼς ἀρραβῶσι μεγάλοις τὸν Οὐίνιον.

εἶτα Τουρπιλιανὸς μέν, ὅτι μὴ προεδίδου μηδὲ ἐμίσει τὸν ἡγεμόνα τοιοῦτον ὄντα μισούμενος, ἄλλο δὲ μηδὲ ἓν μέγα συναδικήσας, ἀπέθανεν ὁ δὲ καὶ ποιήσας ἄξιον θανάτου Νέρωνα καὶ γενόμενον τοιοῦτον ἐγκαταλιπὼν καὶ προδοὺς περιῆν, μέγα δίδαγμα

p.242
τοῦ μηδὲν ἄπρακτον εἶναι παρὰ Οὐινίῳ μηδὲ ἀνέλπιστον τοῖς διδοῦσιν.