Galba

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἀρθείσης δὲ βοῆς, εἴτε πεισθεὶς ὁ Νυμφίδιος, ὥς φασιν ἔνιοι, καλεῖν αὐτὸν ἤδη τοὺς στρατιώτας, εἴτε προλαβεῖν σπεύδων τὸ θορυβοῦν ἔτι καὶ διστάζον, ὑπὸ φωτὶ πολλῷ προῄει, λόγον τινὰ κομίζων ἐν βιβλίῳ γεγραμμένον ὑπὸ Κιγγωνίου Βάρρωνος, ὃν ἐκμεμελετήκει πρὸς τοὺς στρατιώτας εἰπεῖν.

ἰδὼν δὲ κεκλεισμένας τοῦ στρατοπέδου τὰς πύλας καὶ περὶ τὰ τείχη πολλοὺς ὡπλισμένους ἔδεισε· καὶ προσιὼν ἠρώτα τί βούλονται καί τινος κελεύσαντος ἐν ὅπλοις γεγόνασιν. ἀπαντώσης δʼ αὐτῷ παρὰ πάντων μιᾶς φωνῆς, Γάλβαν αὐτοκράτορα γινώσκειν, κἀκεῖνος ὁμόσε χωρῶν ἐπευφήμει καὶ τοὺς ἑπομένους ἐκέλευε.

τῶν δὲ παρὰ τὰς πύλας παρέντων αὐτὸν εἰσελθεῖν μετʼ ὀλίγων αὐτὸς ἀκοντίζεται λόγχῃ· καὶ ταύτην μὲν ἐδέξατο πρὸ αὐτοῦ θυρεῷ Σεπτίμιος, ἄλλων δὲ γυμνοῖς ξίφεσιν ἐπιφερομένων φυγὼν καὶ διωχθεὶς ἐν οἰκήματι στρατιώτου σφάττεται. καὶ τὸν νεκρὸν εἰς μέσον ἑλκύσαντες καὶ περιβαλόντες κιγκλίδα θέαμα τοῖς βουλομένοις μεθʼ ἡμέραν παρέσχον.

οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ

p.236
κελεύσας ἀποθανεῖν ὅσοι μὴ διʼ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως, μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων.