Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκότων, Ξενοφῶντος δὲ μονονουχὶ δεικνύοντος ὄψει, καὶ τοῖς πράγμασιν, ὡς οὐ γεγενημένοις, ἀλλὰ γινομένοις, ἐφιστάντος ἀεὶ τὸν ἀκροατὴν ἐμπαθῆ καὶ συγκινδυνεύοντα διὰ Τὴν ἐνάργειαν, οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι, πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν ἐκεῖνον.

ὁ μὲν οὖν τόπος, ἐν ᾧ παρετάξαντο, Κούναξα καλεῖται

paris.1624.1015
καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθεν τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν εἰπεῖν φασι, τί λέγεις, ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας ;

ἁμαρτόντος δὲ Κύρου μέγα τῷ δῦναι προπετῶς εἰς μέσα τὰ δεινὰ καὶ μὴ φυλάξασθαι τὸν κίνδυνον, οὐχ ἧττον ἥμαρτεν, εἰ μὴ καὶ μᾶλλον, Κλέαρχος ἀντιτάξαι

p.144
κατὰ τὸν βασιλέα μὴ θελήσας τοὺς Ἕλληνας, ἀλλὰ προσμίξας τῷ ποταμῷ τὸ δεξιόν, ὡς μὴ κυκλωθείη. τὴν γὰρ ἀσφάλειαν ἐξ ἅπαντος διώκοντα καὶ πλεῖστον λόγον ἔχοντα τοῦ μηδὲν παθεῖν οἴκοι μένειν ἦν κράτιστον.

ὁ δὲ μυρίους σταδίους ἀπὸ θαλάσσης ἐν ὅπλοις ἀναβεβηκώς μηδενὸς ἀναγκάζοντος, ἀλλʼ ὅπως Κῦρον εἰς τὸν θρόνον καθίσῃ τὸν βασίλειον, εἶτα περισκοπῶν χώραν καὶ τάξιν, οὐκ ἀφʼ ἧς σώσειε τὸν ἡγεμόνα καὶ μισθοδότην, ἀλλʼ ἐν τίνι θέμενος ἑαυτὸν ἀσφαλῶς μαχεῖται καθʼ ἡσυχίαν, ὅμοιος ἦν ὑπὸ δέους τῶν παρόντων ἐκβεβληκότι τοὺς περὶ τῶν ὅλων λογισμοὺς καὶ προιεμένῳ τὴν τῆς στρατείας ὑπόθεσιν.

ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δʼ ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. διὸ Τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ τὸν Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν.

εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ Τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ.

καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλʼ ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον, ὁ δʼ αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.

p.146