Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον.

Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα[*](ἅμα Bekker and Ziegler, after Coraïs: ἀλλά.) καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι τὴν ταχίστην.

καὶ τὸ μὲν πρῶτον ἐξαίφνης καταφανεὶς ἐνενήκοντα μυριάσι στρατοῦ διακεκοσμημέναις

p.142
λαμπρῶς, τοὺς πολεμίους ἀσυντάκτους καὶ ἀνόπλους διὰ τὸ θαρρεῖν καὶ καταφρονεῖν ὁδοιποροῦντας ἐξέπληξε καὶ συνετάραξεν, ὥστε σὺν θορύβῳ καὶ βοῇ πολλῇ μόλις εἰς τάξιν καθίστασθαι τὸν Κῦρον· ἔπειτα σιγῇ καὶ σχέδην ἐπάγων θαῦμα τοῖς Ἕλλησι τῆς εὐταξίας παρεῖχε, κραυγὰς ἀτάκτους καὶ σκιρτήματα καὶ πολὺν τάραχον αὐτῶν καὶ διασπασμὸν ἐν πλήθει τοσούτῳ προσδεχομένοις.

εὖ δὲ καὶ κατὰ τοὺς Ἕλληνας ἀντέταξε τῶν δρεπανηφόρων τὰ ῥωμαλεώτατα πρὸ τῆς ἑαυτοῦ φάλαγγος, ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα τὰς τάξεις βίᾳ τῆς εἰσελάσεως.