Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τηριβάζῳ· καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.

οὕτως οὖν ἐποίει· τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν,. αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ θυρώσας κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας, ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον ἢ τῶν ἐπʼ αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι σαφῶς ἕκαστον.

ὡς δὲ εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν

p.198
εἰς τὸ ἐντὸς οἴκημα καὶ τὰς θύρας ἐπήρραξε κράζων. ὀφθέντες οὖν οἱ σφαγεῖς ὑπʼ αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τηρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας.